Edict of proconsul [G(aius) Po]pillius Carus Pedo
confirming practise of predecessors making the days of the
Artemisia holy; AD 162/164; found at Ephesos: LW 138 (part);
Waddington, Fastes no. 147; GIBM 482A (part); Syll3 867a; Abbott
& Johnson 105; SEG 15, 696; Guarducci, Epig. Grec. II 87-89;
*IEph 24A (PH).
[ ]
IEph 24A
1 | [Γ(άϊος) Πο]πίλλιος Κᾶρος Πέδω[ν] |
ἀνθύπατος λέγει· | |
[ἔ]μαθον ἐκ τοῦ πεμφθέντος [πρός] | |
με ψηφίσματος ὑπὸ τῆς λαμπροτ[ά]- | |
5 | της Ἐφεσίων βουλῆς τοὺς πρὸ ἐμ[οῦ] |
κρατίστους ἀνθυπάτους ἱε[ρὰς] | |
νομίσαι τὰς ἡμέρας τῆς π[α]νη̣[γύρεως] | |
τῶ̣ν Ἀρτε̣[μισίων] καὶ τοῦτο διατά- | |
γματι δεδηλωκέναι· ὅθεν ἀναγκαῖ- | |
10 | ον ἡγησάμην καὶ αὐτὸς ἀποβλέ- |
πων εἴς τε τὴν εὐσέβειαν τῆς θεοῦ̣ | |
καὶ εἰς τὴν τῆς λαμπροτάτης Ἐφε- | |
σίων πόλεως τειμὴν φανερὸν ποι- | |
ῆσαι διατάγματι ἔσεσθαι τὰς ἡμέρας | |
15 | ταύτας ἱερὰς καὶ τὰς ἐπ’ αὐταῖς ἐκε- |
χ̣ειρίας φυλαχθήσεσθαι· προεστῶ- | |
τος τῆς πανηγύρεως | |
Τίτου Αἰλίου Μαρκιανοῦ Πρίσκου | |
τοῦ ἀγωνοθέτου, ὑοῦ Αἰλίου | |
20 | Πρίσκου, ἀνδρὸς δοκιμωτάτου καὶ |
πάσης τειμῆς καὶ ἀποδοχῆς ἀξίου. |