Edict of proconsul Aulus Vicir[ius Martialis] protecting
water supply; prob. AD 113/114; found near Belevi?, text
identical with Ephesos 232: *IEph 3217.b, ll. 1-17; SEG 31, 953.
[ ]
IEph 3217b.1-17
1 | [μεμψ]αμέ[νων] |
τοὺς κ̣τ̣ή̣τ̣ο̣ρ̣ας τῶν ἀγρῶν [ὡ]ς̣ ἐ̣π̣ὶ τὸν ὀχε[τὸν] | |
[ἀρο]τ̣ρ̣ι̣ῶ̣ν̣τ̣α̣ς, δέον ἀπὸ μέτρου ἀκαινιάου παρ’ ἑ- | |
[κάτε]ρα τὰ μέρη ἀροτριᾶν· ἔτι τε τοὺς ἔχοντας ἐν [τῇ] | |
5 | [π]ό[λει τ]ὰς οἰκίας ἀδικεῖν τὸ ὕδωρ ἀνοίγματα |
[π]οιοῦ[ντα]ς καὶ εἰς ἀπρεπεῖς αὐτῷ ὑπηρεσίας κ̣α̣[τα]- | |
[χρ]ωμένους ὡς τῇ ἁμαρτίᾳ αὐτῶν πολλὰ ἄτοπα γε- | |
[ν]έσθαι κελεύω τοὺς μὲν ἐπ̣ὶ̣ τ̣ῶ̣ν̣ ἀ̣γ̣ρ̣ῶ̣ν παρ’ ἐκάτε- | |
[ρα] μέρη ἀπὸ ἀκαίνης ἀροτριᾶν τοῦ ὀχετοῦ, τοὺς δὲ ἐπ̣ὶ̣ τ̣ῆ̣[ς] | |
10 | πόλεως μὴ ἔχειν ὅλως δι’ οἰκίας ἢ ἄλλου τινὸς ἄνοι- |
γμα, γεινώσκοντας ὅτι ἐὰν παρὰ τοῦτό τις ποιή- | |
σῃ, ζημιώσω αὐτὸν προστείμῳ εἰς τὴν πόλιν | |
δηναρίοις μυρίοις δισχιλίοις πεντακοσίοις, καὶ | |
εἰς τὸν τοῦ ὁσιωτάτου Αὐτοκράτορος Καίσαρος Νέ- | |
15 | ρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ |
φίσκον τῷ αὐτῷ κεφαλαίῳ | |
πρόθες. |