2nd copy (in Greek) of edict of proconsul [Paullus Fabius
Persicus] for Ephesos and province of Asia concerning Temple of
Artemis and other religious matters; c. AD 44; found at Ephesos,
with same text as Ephesos 227, 229, and 230: Keil, JÖAI 23, 1926
Beibl. 280-286 (part) (PH, part); SEG 4, 516; Dörner, Der Erlass,
passim; Smallwood, Doc.’s Gaius 380; Cébeillac, Quaestores no.
14; *IEph 18 and Add. p. 1.
[ ]
IEph 18 + Add. p. 1
a.0 | [ἀνθύπατος Ἀσίας ἔπεμψεν αὐτοκράτορος] |
Τ̣ι̣βε̣ρ̣ί̣ου Κλαυδίου Καίσαρος Σεβαστοῦ [Γερμανικοῦ προτρέ]- | |
ψαντος αὐτοῦ ἐπίκριμα συμφέρον τῆι [τε Ἐφεσίων πόλει καὶ] | |
ὅλῃ τῆι ἐπαρχείαι· ὃ ἐν Ἐφέσῳ προέθηκ[εν καὶ πρὸ εʹ Καλ(ανδῶν)] | |
Ἀπρειλίων ἀναγραφῆναι ἐν στήλληι προε[νοήθη·] | |
5 | ἐν ταύτῃ διὰ παντὸς τῇ ὑπολήψει ὑπάρχων [πρὸ πάντων] |
τοὺς τῶν ἐπαρχιῶν προεστῶτας ἄρχοντα[ς μετὰ πάσης] | |
εὐσταθείας καὶ πίστεως δεῖν ἐπιμέλεσθα[ι τῆς ἐγκεχει]- | |
ρισμένης αὐτοῖς ἀρχῆς, ὥστε τοῦ διηνεκῶς κ[αὶ ἀεὶ κατὰ] | |
τὸν βίον χρησίμου τοῦ τε καθ’ ὅλην τὴν ἐπαρχεί[αν τοῦ τε] | |
10 | κατὰ πόλιν προνοεῖν, ἀλλὰ μὴ τοῦ ἰδίου ἐνιαυτοῦ μό[νον,] |
ἥδειον ὅμως ὁμολογῶ{ι} πρὸς ταύτην ἐπιτετάσθα[ι τὴν] | |
γνώμην τῶι ὑποδείγματι τοῦ κρατίστου καὶ ἀλ[η]- | |
θῶς δικαιοτάτου ἡγεμόνος, ὃς πᾶν τὸ τῶν ἀνθρώ- | |
πων γένος εἰς τὴν ἰδίαν ἀνα<δε>δε{ι}γμένος {²⁶ἀναδεδεγμένος}²⁶ κηδεμονί- | |
15 | αν ἐν τοῖς πρώτοις καὶ πᾶσιν ἡδίστοις φιλανθρώ- |
ποις καὶ τοῦτο κεχάρισ<τ>αι τὸ τὰ ἴδια ἑκάστωι ἀπο- | |
κατασταθῆναι. | |
διόπερ φορτικὴν μὲν ἐπίγνωσιν ἀνεδεξάμην, | |
ἀναγκαίαν δὲ τῇ λαμπροτάτηι Ἐφεσίων πόλει | |
20/35 | {²at least 16 lines missing}² |
b.0 | [πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ] |
συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό | |
τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας | |
ὅλης ἐστὶν κόσμος καὶ {ὃ} διὰ τὸ τοῦ ἔργου μέγεθος | |
καὶ διὰ τὴν τοῦ περὶ τὴν θεὸν σεβασμοῦ ἀρχαιότ<η>τ<α> | |
5 | καὶ διὰ τὴν τῶν προσόδων ἀφθονίαν τῶν ὑπὸ τοῦ |
Σεβαστοῦ ἀποκατασταθεισῶν τῇ θεᾷ, στέρεται | |
τῶν ἰδίων χρημάτων, ἃ καὶ εἰς ἐπιμέλειαν καὶ εἰς | |
κόσμον τῶν ἀναθημάτων ἐξαρκεῖν ἐδύ<νατο>· περισπᾶ- | |
ται γὰρ εἰς τὴν ἄδικον ἐπιθυμίαν τῶν οὕτως τοῦ κοι- | |
10 | νοῦ προϊσταμένων, ὡς ἑαυτοῖς λυσιτελεῖν νομίζου- |
σιν· ὁσάκις τε γὰρ ἂν ἀπὸ Ῥώμης ἱλαρωτέρα ἔλθῃ | |
ἀγγελία, ταύτῃ πρὸς τὸν ἴδιον ἀποχρῶνται πορισ- | |
μὸν τό τε σχῆμα τῆς θείας οἰκίας προκάλυμμα | |
ποιούμενοι τὰς ἱερωσύνας ὥσπερ ἐν ἀπαρτεί- | |
15 | ᾳ πιπράσκουσιν καὶ ἐκ παντὸς γένους ἐπὶ τὴν |
ὠνὴν αὐτῶν συνκ<α>λοῦσιν ἀνθρώπους, εἶτα οὐκ ἐγλέ- | |
γονται τοὺς ἐπιτηδειοτάτους, ὧν ταῖς κεφαλαῖς | |
ὁ πρέπων ἐπιτεθήσεται στέφανος· προσόδους | |
[τε ὁρ]ί̣ζουσιν τοῖς ἱερωμένοις, ὅσας ἂν οἱ λαμβάνον- | |
20 | [τες θε]λ̣ήσωσιν, ἵνα ὡς πλεῖστον αὐτοὶ νοσφί̣ζωνται̣. |
{²block layer of unknown height missing}² | |
c.0 | [οὐ γὰρ χρὴ τοὺς τὰς ἱερωσύνας ὠνοῦντας τοιαῦτα ὑ]- |
πομένειν ἀναλώ[ματα, ὅπως ἀξιωθή]σεται τῆς | |
παρὰ τοῦ δήμου [τειμῆς ἀεὶ ὁ εἰς αὐτ]ὴν ἐπιτηδειό- | |
τατος· ὑπέρμε[γα δὲ πόλεως χρέος διὰ τ]οῦ ἐπικρίμα- | |
τος τούτου πε̣[ρικόπτειν προσῆκο]ν· ἐπεὶ τὴν ἀ- | |
5 | πόδοσιν τῶν χρη[μάτων δυσχερέ]α τῆι πόλει ἢ |
παντελῶς ἀδύνατον ο[ἶδα, ἐὰν ἀπ]αριθμεῖν νῦν | |
ἀνανκάζηται, ἃ παρὰ τῶν ὠνησαμένων ἐλαβ<ε>ν | |
οὐδὲν πλέον παρέχεσθαι τοῖς ἱερεῦσιν τὴν πόλιν | |
ἀρέσκει <ἢ> ἑκατοστὴν τῆς δεδομένης τότε τειμῆς | |
10 | κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν τὴν καὶ ὑπὸ |
τοῦ θεοῦ Σεβαστοῦ συνφυλαχθεῖσαν· διδόναι δέ τι̣ | |
τῇ βουλῇ τοὺς ἱερεῖς ἢ πάλιν ἐν μέρει παρ’ αὐτῆς λαμ- | |
βάνειν οὐκ ἀρέσκει μοι. ὁμοίως ὅσοι ὄντες ἐ- | |
λεύθεροι δούλων δημοσίων ὑπηρεσίαν παρέχον- | |
15 | ται καὶ περισσῇ δαπάνῃ φορτίζουσιν τὰ κοινά, ἀπο- |
λυθῆναι ὀφείλειν δοκοῦσιν ὑποσταθέντων εἰς | |
τὸν τόπον τῆς ὑπηρεσίας αὐτῶν δούλων δημοσί- | |
ων. ὁμοίως δημοσίους δούλους, οἵτινες λέγονται | |
βρέφη τοῦ τυχόντος διαφόρου ὠνούμενοι τῇ Ἀρτέμιδι κα- | |
20 | θιεροῦν, ἵν’ ἐκ τῶν προσόδων αὐτῆ<ς> τρέφωνται οἱ δοῦλοι αὐ- |
τῶν, ἀρέσκει τοῖς ἰδίοις δούλοις αὐτοὺς παρέχειν τρο- | |
φάς. ὁμοίως τοὺς ἱερονείκας, ὅσοι ἱεροὶ τῆς Ἀρτέμιδος | |
23/34 | {²some 12 lines missing}² |
d.0 | [— ταῦτα δανείζεσθαι τούτῳ τῷ] |
νόμωι, ᾧ κατελείφθη{ι}, ἀρέσκει καὶ μὴ ὑπὸ̣ [τῶν ἀρχό]ν̣των εἰς ἄλ- | |
λας χρείας καὶ δαπάνας μετάγεσθαι. ὁμοίως εἰς τοὺς πεντα- | |
ετηρικοὺς ἀγῶνας μὴ πλεῖον <ἀναλίσκεσθαι δηναρίων> τετρακισχειλίων πεντακοσίων | |
κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν. ὁμοίως τοὺς ὑ- | |
5 | μνωδοὺς ἀρέσκει, εἰς οὓς οὐκ ὀλίγον μέρος τῶν τῆς πόλεως |
άναλίσκεται προσόδων, τῆς ὑπηρεσίας ταύτης ἀπολυθῆ- | |
ναι, τοὺς ἐφήβους δέ, ὧν καὶ ἡ ἡλικία καὶ ἡ ἀξία καὶ ἡ πρὸς τὸ | |
μαθεῖν ἐπιτηδειότης τοιαύτηι ἁρμόζει μᾶλλον λειτουρ- | |
[γ]ίᾳ, ταύτην χωρὶς ἀργυρίου παρέχεσθαι τὴν χρείαν. ἵνα | |
10 | [μ]έντοι <μὴ> δόξω πᾶσιν τοῖς πανταχοῦ ὑμνωδοῖς τοῦτο πε- |
[π]οιηκέναι τ<ὸ> πρόκριμα, ὑπεξαιροῦμαι τοὺς ἐν Περγάμωι | |
α̣ὐτὸν τὸν θεὸν Σεβαστὸν ὑμνοῦντας ἐν τῶι ὑπὸ τῆς Ἀσ[ί]- | |
ας καθιερωμένωι τεμένει, ὧν ἡ πρώτη σύνοδος οὐκ ἐπίμισθ[ος] | |
συνήχθη, ἀλλὰ ἐθελούσιος καὶ χωρὶς ἀργυρίου· διὸ καὶ ὁ θεὸς | |
15 | Σεβαστὸς τὰ μετὰ ταῦτα ψηφισθέντα φιλάνθρωπα αὐτοῖς |
εἰς τὴν διαδοχὴν τῶν ἐξ ἐκείνων γεννωμένων ἐτήρησε, ἐξο- | |
διάζεσθαί τε τὸ εἰς αὐτοὺς ἀνάλωμα οὐχ ὑπὸ μόνων Περγα- | |
μηνῶν, ἀλλὰ ὑπὸ τῆς Ἀσίας ὅλης ἐκέλευσεν, λογισάμενος | |
βαρεῖαν ἔσεσθαι μιᾷ πόλει τὴν τοιαύτην εἰσφοράν. ἠλευθερωμέ- | |
20 | νην μέντοι τὴν Ἐφεσίων πόλιν τοῦ δαπανήματος τούτου |
καὶ μετενηνεγμένης τῆς ὑπηρεσίας κατὰ τὴν αὐτῶν γνώ- | |
μην ἐπὶ τοὺς ἐφήβους προνοεῖν δεήσει, ὅπως ἐπιμελῶς | |
καὶ μετὰ τῆς καθηκούσης φροντίδος οἱ ἔφηβοι τελῶσιν τὴν χρεί- | |
αν, ὡς πρέπει τοὺς τὸν θεῖον οἶκον ὑμνοῦντας. ἐπεὶ δὲ | |
25 | ἡ πάλαι ὀφειλομένη ἰσουράνιος τειμὴ Ἰουλίᾳ Σεβαστ̣[ῇ] |