Ephesos 228
   2nd copy (in Greek) of edict of proconsul [Paullus Fabius Persicus] for Ephesos and province of Asia concerning Temple of Artemis and other religious matters; c. AD 44; found at Ephesos, with same text as Ephesos 227, 229, and 230: Keil, JÖAI 23, 1926 Beibl. 280-286 (part) (PH, part); SEG 4, 516; Dörner, Der Erlass, passim; Smallwood, Doc.’s Gaius 380; Cébeillac, Quaestores no. 14; *IEph 18 and Add. p. 1.  
[ ] IEph 18 + Add. p. 1
a.0 [ἀνθύπατος Ἀσίας ἔπεμψεν αὐτοκράτορος]
Τ̣ι̣βε̣ρ̣ί̣ου Κλαυδίου Καίσαρος Σεβαστοῦ [Γερμανικοῦ προτρέ]-
ψαντος αὐτοῦ ἐπίκριμα συμφέρον τῆι [τε Ἐφεσίων πόλει καὶ]
ὅλῃ τῆι ἐπαρχείαι· ὃ ἐν Ἐφέσῳ προέθηκ[εν καὶ πρὸ εʹ Καλ(ανδῶν)]
Ἀπρειλίων ἀναγραφῆναι ἐν στήλληι προε[νοήθη·]
5 ἐν ταύτῃ διὰ παντὸς τῇ ὑπολήψει ὑπάρχων [πρὸ πάντων]
τοὺς τῶν ἐπαρχιῶν προεστῶτας ἄρχοντα[ς μετὰ πάσης]
εὐσταθείας καὶ πίστεως δεῖν ἐπιμέλεσθα[ι τῆς ἐγκεχει]-
ρισμένης αὐτοῖς ἀρχῆς, ὥστε τοῦ διηνεκῶς κ[αὶ ἀεὶ κατὰ]
τὸν βίον χρησίμου τοῦ τε καθ’ ὅλην τὴν ἐπαρχεί[αν τοῦ τε]
10 κατὰ πόλιν προνοεῖν, ἀλλὰ μὴ τοῦ ἰδίου ἐνιαυτοῦ μό[νον,]
ἥδειον ὅμως ὁμολογῶ{ι} πρὸς ταύτην ἐπιτετάσθα[ι τὴν]
γνώμην τῶι ὑποδείγματι τοῦ κρατίστου καὶ ἀλ[η]-
θῶς δικαιοτάτου ἡγεμόνος, ὃς πᾶν τὸ τῶν ἀνθρώ-
πων γένος εἰς τὴν ἰδίαν ἀνα<δε>δε{ι}γμένος {²⁶ἀναδεδεγμένος}²⁶ κηδεμονί-
15 αν ἐν τοῖς πρώτοις καὶ πᾶσιν ἡδίστοις φιλανθρώ-
ποις καὶ τοῦτο κεχάρισ<τ>αι τὸ τὰ ἴδια ἑκάστωι ἀπο-
κατασταθῆναι.
διόπερ φορτικὴν μὲν ἐπίγνωσιν ἀνεδεξάμην,
ἀναγκαίαν δὲ τῇ λαμπροτάτηι Ἐφεσίων πόλει
20/35 {²at least 16 lines missing}²
b.0 [πολλαὶ γὰρ θεῖαι οἰκίαι ἢ διὰ πυρὸς διεφθαρμέναι ἢ διὰ]
συμπτώσεως ἀμόρφως εἰσὶν κατερριμμέναι, τό
τε τῆς Ἀρτέμιδος αὐτῆς ἱερόν, ὃ τῆς ἐπαρχείας
ὅλης ἐστὶν κόσμος καὶ {ὃ} διὰ τὸ τοῦ ἔργου μέγεθος
καὶ διὰ τὴν τοῦ περὶ τὴν θεὸν σεβασμοῦ ἀρχαιότ<η>τ<α>
5 καὶ διὰ τὴν τῶν προσόδων ἀφθονίαν τῶν ὑπὸ τοῦ
Σεβαστοῦ ἀποκατασταθεισῶν τῇ θεᾷ, στέρεται
τῶν ἰδίων χρημάτων, ἃ καὶ εἰς ἐπιμέλειαν καὶ εἰς
κόσμον τῶν ἀναθημάτων ἐξαρκεῖν ἐδύ<νατο>· περισπᾶ-
ται γὰρ εἰς τὴν ἄδικον ἐπιθυμίαν τῶν οὕτως τοῦ κοι-
10 νοῦ προϊσταμένων, ὡς ἑαυτοῖς λυσιτελεῖν νομίζου-
σιν· ὁσάκις τε γὰρ ἂν ἀπὸ Ῥώμης ἱλαρωτέρα ἔλθῃ
ἀγγελία, ταύτῃ πρὸς τὸν ἴδιον ἀποχρῶνται πορισ-
μὸν τό τε σχῆμα τῆς θείας οἰκίας προκάλυμμα
ποιούμενοι τὰς ἱερωσύνας ὥσπερ ἐν ἀπαρτεί-
15 ᾳ πιπράσκουσιν καὶ ἐκ παντὸς γένους ἐπὶ τὴν
ὠνὴν αὐτῶν συνκ<α>λοῦσιν ἀνθρώπους, εἶτα οὐκ ἐγλέ-
γονται τοὺς ἐπιτηδειοτάτους, ὧν ταῖς κεφαλαῖς
ὁ πρέπων ἐπιτεθήσεται στέφανος· προσόδους
[τε ὁρ]ί̣ζουσιν τοῖς ἱερωμένοις, ὅσας ἂν οἱ λαμβάνον-
20 [τες θε]λ̣ήσωσιν, ἵνα ὡς πλεῖστον αὐτοὶ νοσφί̣ζωνται̣.
{²block layer of unknown height missing}²
c.0 [οὐ γὰρ χρὴ τοὺς τὰς ἱερωσύνας ὠνοῦντας τοιαῦτα ὑ]-
πομένειν ἀναλώ[ματα, ὅπως ἀξιωθή]σεται τῆς
παρὰ τοῦ δήμου [τειμῆς ἀεὶ ὁ εἰς αὐτ]ὴν ἐπιτηδειό-
τατος· ὑπέρμε[γα δὲ πόλεως χρέος διὰ τ]οῦ ἐπικρίμα-
τος τούτου πε̣[ρικόπτειν προσῆκο]ν· ἐπεὶ τὴν ἀ-
5 πόδοσιν τῶν χρη[μάτων δυσχερέ]α τῆι πόλει ἢ
παντελῶς ἀδύνατον ο[ἶδα, ἐὰν ἀπ]αριθμεῖν νῦν
ἀνανκάζηται, ἃ παρὰ τῶν ὠνησαμένων ἐλαβ<ε>ν
οὐδὲν πλέον παρέχεσθαι τοῖς ἱερεῦσιν τὴν πόλιν
ἀρέσκει <ἢ> ἑκατοστὴν τῆς δεδομένης τότε τειμῆς
10 κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν τὴν καὶ ὑπὸ
τοῦ θεοῦ Σεβαστοῦ συνφυλαχθεῖσαν· διδόναι δέ τι̣
τῇ βουλῇ τοὺς ἱερεῖς ἢ πάλιν ἐν μέρει παρ’ αὐτῆς λαμ-
βάνειν οὐκ ἀρέσκει μοι.  ὁμοίως ὅσοι ὄντες ἐ-
λεύθεροι δούλων δημοσίων ὑπηρεσίαν παρέχον-
15 ται καὶ περισσῇ δαπάνῃ φορτίζουσιν τὰ κοινά, ἀπο-
λυθῆναι ὀφείλειν δοκοῦσιν ὑποσταθέντων εἰς
τὸν τόπον τῆς ὑπηρεσίας αὐτῶν δούλων δημοσί-
ων.  ὁμοίως δημοσίους δούλους, οἵτινες λέγονται
βρέφη τοῦ τυχόντος διαφόρου ὠνούμενοι τῇ Ἀρτέμιδι κα-
20 θιεροῦν, ἵν’ ἐκ τῶν προσόδων αὐτῆ<ς> τρέφωνται οἱ δοῦλοι αὐ-
τῶν, ἀρέσκει τοῖς ἰδίοις δούλοις αὐτοὺς παρέχειν τρο-
φάς.  ὁμοίως τοὺς ἱερονείκας, ὅσοι ἱεροὶ τῆς Ἀρτέμιδος
23/34 {²some 12 lines missing}²
d.0 [— ταῦτα δανείζεσθαι τούτῳ τῷ]
νόμωι, ᾧ κατελείφθη{ι}, ἀρέσκει καὶ μὴ ὑπὸ̣ [τῶν ἀρχό]ν̣των εἰς ἄλ-
λας χρείας καὶ δαπάνας μετάγεσθαι.  ὁμοίως εἰς τοὺς πεντα-
ετηρικοὺς ἀγῶνας μὴ πλεῖον <ἀναλίσκεσθαι δηναρίων> τετρακισχειλίων πεντακοσίων
κατὰ τὴν Οὐηδίου Πωλλίωνος διάταξιν.  ὁμοίως τοὺς ὑ-
5 μνωδοὺς ἀρέσκει, εἰς οὓς οὐκ ὀλίγον μέρος τῶν τῆς πόλεως
άναλίσκεται προσόδων, τῆς ὑπηρεσίας ταύτης ἀπολυθῆ-
ναι, τοὺς ἐφήβους δέ, ὧν καὶ ἡ ἡλικία καὶ ἡ ἀξία καὶ ἡ πρὸς τὸ
μαθεῖν ἐπιτηδειότης τοιαύτηι ἁρμόζει μᾶλλον λειτουρ-
[γ]ίᾳ, ταύτην χωρὶς ἀργυρίου παρέχεσθαι τὴν χρείαν.  ἵνα
10 [μ]έντοι <μὴ> δόξω πᾶσιν τοῖς πανταχοῦ ὑμνωδοῖς τοῦτο πε-
[π]οιηκέναι τ<ὸ> πρόκριμα, ὑπεξαιροῦμαι τοὺς ἐν Περγάμωι
α̣ὐτὸν τὸν θεὸν Σεβαστὸν ὑμνοῦντας ἐν τῶι ὑπὸ τῆς Ἀσ[ί]-
ας καθιερωμένωι τεμένει, ὧν ἡ πρώτη σύνοδος οὐκ ἐπίμισθ[ος]
συνήχθη, ἀλλὰ ἐθελούσιος καὶ χωρὶς ἀργυρίου· διὸ καὶ ὁ θεὸς
15 Σεβαστὸς τὰ μετὰ ταῦτα ψηφισθέντα φιλάνθρωπα αὐτοῖς
εἰς τὴν διαδοχὴν τῶν ἐξ ἐκείνων γεννωμένων ἐτήρησε, ἐξο-
διάζεσθαί τε τὸ εἰς αὐτοὺς ἀνάλωμα οὐχ ὑπὸ μόνων Περγα-
μηνῶν, ἀλλὰ ὑπὸ τῆς Ἀσίας ὅλης ἐκέλευσεν, λογισάμενος
βαρεῖαν ἔσεσθαι μιᾷ πόλει τὴν τοιαύτην εἰσφοράν. ἠλευθερωμέ-
20 νην μέντοι τὴν Ἐφεσίων πόλιν τοῦ δαπανήματος τούτου
καὶ μετενηνεγμένης τῆς ὑπηρεσίας κατὰ τὴν αὐτῶν γνώ-
μην ἐπὶ τοὺς ἐφήβους προνοεῖν δεήσει, ὅπως ἐπιμελῶς
καὶ μετὰ τῆς καθηκούσης φροντίδος οἱ ἔφηβοι τελῶσιν τὴν χρεί-
αν, ὡς πρέπει τοὺς τὸν θεῖον οἶκον ὑμνοῦντας.  ἐπεὶ δὲ
25 ἡ πάλαι ὀφειλομένη ἰσουράνιος τειμὴ Ἰουλίᾳ Σεβαστ̣[ῇ]
Search Help
Contact Us