Letter of Caius [Vibius Salutaris] offering benefaction to [boule and demos] of Ephesos in form of legal document; AD 104; found at Ephesos: Wood, App. 6, no. 1, col. 3, 4, 5; GIBM 481, 481*, 728, 749; FiE II no. 27B; Oliver, Sacred Gerousia 3, ll. 134-332; SEG 15, 698; *IEph 27B (PH) and Add. p. 2.  
[ ] IEph 27B + Add. p. 2
134 Σέξτ[ῳ Ἀττίῳ]
135 Σουβ̣ο̣υρανῷ τ̣[ὸ βʹ, Μάρκῳ Ἀσινίῳ]
Μα[ρκέλλῳ ὑπάτοις, — Ἰαν(ουαρι—)·]
[ἐπὶ πρυτάνεως Τιβ(ερίου) Κλ(αυδίου) Ἀντιπάτρου Ἰουλιανοῦ,]
[μηνὸς Ποσειδεῶνος —ʹ ἱσταμένου.]
Γάϊος [Οὐείβιος, Γ(αΐου) υἱός, Οὐωφεντείνα, Σαλουτάριος διάτα]-
140 ξιν εἰ[σφέρει τῇ Ἐφεσίων βουλῇ φιλοσεβάστῳ καὶ τῷ νεοκόρῳ]
Ἐφεσίω[ν δήμῳ φιλοσεβάστῳ, περὶ ὧν καθιέρωκεν ἐπὶ]
ταῖς ὑπ̣[ογεγραμμέναις οἰκονομίαις τῇ μεγίστῃ θεᾷ Ἐφεσίᾳ Ἀρ]-
τέμιδ[ι καὶ τῷ νεοκόρῳ Ἐφεσίων δήμῳ φιλοσεβάστῳ καὶ]
τῇ Ἐφ[εσίων βουλῇ φιλοσεβάστῳ καὶ τῇ Ἐφεσίων γερουσίᾳ]
145 φ[ιλοσεβάστῳ καὶ ταῖς ἓξ Ἐφεσίων φυλαῖς καὶ τοῖς κατ’ ἐνιαυτὸν]
[Ἐφεσίων ἐφήβοις καὶ τοῖς θεολόγοις καὶ ὑμνῳδοῖς καὶ τοῖς νεο]-
[ποιοῖς καὶ σκηπτούχοις καὶ τοῖς αἰεὶ ἐσομένοις Ἐφεσίων]
[παισὶν καὶ παιδωνόμοις ἀπεικονισμάτων τῆς θεοῦ ἐννέα, ἑ]-
[νὸς μὲν χρυσέου, τῶν δὲ λοιπῶν ἀργυρέων, καὶ εἰκόνων ἀργυρέων]
150 [εἴκοσι καὶ δηναρίων δισμυρίων, ἐφ’ ᾧ εἰκὼν ἀργυρέα τοῦ κυρίου]
[ἡμῶν Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊαν]ο[ῦ Σεβαστοῦ, Γερ]-
[μανικοῦ, Δακικοῦ, ὁλκῆς λειτρῶν —ʹ,] οὐ̣νκι̣ῶν γʹ, καί εἰκὼν [ἀργυρέα]
[Πλ]ω̣[τείνης Σεβαστῆς, ὁλ]κ̣ῆς λειτρῶν γʹ, νεοκορῶνται πα[ρ’ αὐτῶι]
Σαλο[υταρίωι] τῶι κ[αθι]ερωκότι, μετὰ δὲ τὴν Σαλουταρίο[υ τελευτὴν]
155 ἀποδοθ[ῶ]σιν αἱ προδηλούμεναι εἰκόνες τῶι Ἐφεσίων γραμμ[ατεῖ ἐπὶ τῶι]
προγεγραμμένωι σταθμῶι ἀπὸ τῶν κληρονόμων αὐτοῦ, ὥ[στε καὶ αὐ]-
τὰς τίθε[σ]θαι ἐν ταῖς ἐκκλησίαις ἐπάνω τῆς σελίδος τῆς βουλ[ῆς μετὰ τῆς]
χρυσέας Ἀρτέμιδος καὶ τῶν ἄλλων εἰκόνων.  Ἄρτεμις δὲ χρυσ[έα, ὁλκῆς]
λειτρῶν τριῶν καὶ αἱ περὶ αὐτὴν ἀργύρεοι ἔλαφοι δύο καὶ τὰ λοιπ[ὰ ἐπίχρυσα,]
160 ὁλκῆς λειτρῶν δύο, οὐνκιῶν δέκα, γραμμάτων πέντε, καὶ εἰ[κὼν ἀργυ]-
ρέ̣[α τῆ]ς ἱερᾶς συνκλήτου, ὁλκῆς λειτρῶν δʹ, οὐνκιῶν βʹ, καὶ εἰ[κὼν ἀργυ]-
ρ̣[έα τῆ]ς φιλοσεβάστου καὶ σεμνοτάτης Ἐφεσίων βουλῆς, ὁ[λκῆς λει]-
[τρῶ]ν δʹ, γραμάτων θʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι [καὶ τῇ φιλο]-
σ̣[εβ]άστῳ Ἐφεσίων βουλῆι.  ὁμοίως καὶ ἀργυρέα Ἄρτεμις λα[μπαδηφό]-
165 ρ[ο]ς, ὁλκῆς  ζʹ, καὶ εἰκὼν ἀργυρέα τοῦ δήμου τοῦ Ῥωμαίων, [ὁλκῆς  —ʹ,]
καὶ εἰκὼν ἀργυρέα τῆς φιλοσεβάστου γερουσίας, ὁλκῆς  [—ʹ, τὰ καὶ]
αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τῇ Ἐφεσίων γερουσίᾳ.
ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἐ[μφερὴς]
τῇ ἐν τῇ ἐξέδρᾳ τῶν ἐφήβων, ὁλκῆς  ζʹ, οὐνκιῶν εʹ, γραμ[μάτων —ʹ,]
170 καὶ εἰκὼν ἀργυρέα τοῦ ἱππικοῦ τάγματος, ὁλκῆς  γʹ, ἡ[μιουν]-
κίου, γραμμάτων γʹ, καὶ ἄλλη εἰκὼν ἀργυρέα τῆς ἐφηβεία[ς, ὁλκῆς  —ʹ,]
τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς κατ’ ἐνιαυτὸ[ν οὖ]-
[σι]ν ἐφήβοις.  ὁ[μοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἔχου]-
[σα] φιάλην, ὁλκ[ῆς  —ʹ, οὐνκιῶν —ʹ, γραμμάτων —ʹ, καὶ εἰκὼν ἀργυρέα]
175 [θεο]ῦ̣ Σεβαστοῦ, [ὁλκῆς  —ʹ, οὐνκιῶν —ʹ, γραμμάτων —ʹ, καὶ εἰκὼν ἀργυρέα φυ]-
[λῆς Σε]βαστῆς, ὁ[λκῆς  —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ]
[τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Σεβαστῆς φυλῆς.  ὁμοίως καὶ ἄλλη]
[Ἄρτεμις ἀργυρέα —, ὁλκῆς  —ʹ,]
[καὶ εἰκὼν ἀργυρέα τοῦ φιλοσεβάστου Ἐφεσίων δήμου, ὁλκῆς  —ʹ,]
180 [καὶ εἰκὼν ἀργυρέα φυλῆς Ἐ]φ̣[εσέων, ὁλκῆς  —ʹ, τὰ καὶ αὐτὰ καθιερωμ]έν[α]
[τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Ἐφεσέων φυλῆς.]
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις] ἀ̣ργυρέα [— χ]ε̣ιρὶ
[—, ὁλκῆς  —ʹ, οὐνκιῶν] θʹ, καὶ ε̣[ἰκὼν ἀργυρέα — ὁλκῆς  ․ʹ,] καὶ
[εἰκὼν ἀργυρέα φυλῆς Καρηναίων, ὁλκῆς  —ʹ, οὐνκιῶν —ʹ, γραμμ]ά̣των γ̣ʹ, τ̣ὰ
185 [καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πο]λείταις
[τῆς Καρηναίων φυλῆς.  ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπ]αδηφό-
[ρος ․․8-9․․․, ὁλκῆς  —ʹ, καὶ εἰκὼν ἀργυρέα Λυσιμάχου, ὁλκῆς  —ʹ, γ]ρ(αμμάτων) γʹ, καὶ εἰκὼν
[ἀργυρέα φυλῆς Τηΐων, ὁλκ]ῆς [ —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τ]ε Ἀρτέμιδι
[καὶ τοῖς αἰεὶ ἐσομένοις π]ολε[ίταις τῆς Τηΐων φυλῆς.]  ὁμο[ίω]ς καὶ ἄλλη Ἄρ-
190 [τεμις ἀργυρέα ἔχου]σ̣α τὸ τ̣[․5-6․․, ὁλκῆς  —ʹ, οὐνκι]ῶν γʹ, ἡμίσ̣ους γράμμα-
[τος, καὶ εἰκὼν ἀργ]υρέα Ε̣[ὐωνύμου, ὁλκῆς  —ʹ, καὶ εἰκὼν ἀργυρ]έ̣α φυλῆς Εὐ-
[ωνύμων, ὁλκῆς ] γʹ, ἡμ[ιουνκίου, γραμμάτων —ʹ, τὰ καὶ αὐτὰ κ]α̣θιερωμέ-
[να τῇ τε Ἀρτέμιδι καὶ το]ῖς [αἰεὶ ἐσομένοις πολεῖταις τῆς Εὐωνύμω]ν φυλῆς.
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος — Κα]σταλ̣ί-
195 [α —, ὁλκῆς  —ʹ, οὐνκιῶν —ʹ, καὶ εἰκὼν ἀργυρέα Πίωνος, ὁλκῆς  —ʹ, καὶ ε]ἰκὼν
[ἀργυρέα φυλῆς Βεμβειναίων, ὁλκῆς  —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ] τε Ἀ̣[ρ]-
[τέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πολείταις τῆς Βεμβειναίων φυλῆ]ς.
[ὁ δὲ προγεγραμμένος σταθμὸς τῶν ἐννέα ἀπεικονισμάτω]ν τῆς θ̣ε-
[οῦ καὶ τῶν εἴκοσι εἰκόνων παρεστάθη Εὐμέ]νει Εὐμέν[ους τοῦ Θεοφίλ]ου, τῶι
200 [καὶ αὐτῶι στρατηγῶι τῆς Ἐφεσίων πόλεως, δι]ὰ̣ τοῦ ζυγ[οστάτου Ἑρμίου,] ἱεροῦ τῆς
[Ἀρτέμιδος, συμπαραλαμβάνο]ν̣τ̣[ος Μουσαί]ου, ἱεροῦ τ[ῆς Ἀρτέμιδος, τοῦ] ἐπὶ τῶν
[παραθηκῶν.  τὰ δὲ προγεγρ]αμμέ[να ἀπεικο]ν̣ίσματ[α ἀποτιθέσθω]σαν κατὰ
[πᾶσαν νόμιμον ἐκκλ]η̣σίαν κ[αὶ τῇ τῇ νέᾳ] νουμη̣[νίᾳ ἔτους ἀρ]χιερατι-
[κοῦ ἐπιτελουμένῃ θυσί]ᾳ ἐν τῶι [θεάτρωι ὑπ]ὸ τῶν κα[θηκόντων ἐπὶ τὰ]ς̣ κατὰ σε-
205 [λίδας τεθειμένας κ]αὶ ἐπιγεγ[ραμμένας] θʹ βάσεις [ἀνὰ γʹ, ὡς ἡ ἐπὶ] τ̣οῖς βά-
[θροις καὶ ἡ ἐν τῇ δ]ιατάξει βο̣[υλῆς, γερου]σίας, ἐφη[βείας καὶ φυλῆ]ς̣ κ̣α̣θιέ-
[ρωσις· μετὰ δὲ τ]ὸ λυθῆν̣[αι τὰς ἐκκλησί]ας ἀποφ[ερέσθωσαν τὰ ἀπεικονίσ]-
[ματα καὶ αἱ εἰκόνε]ς̣ ε[ἰς τὸ ἱερὸν τῆς Ἀρτέμ]ιδος κα[ὶ παραδιδόσθωσαν ὑπὸ]
[τῶν φυλάκων, συνεπιμελουμένων ἐκ] τῶν νεο[ποιῶν δύο καὶ σκηπτούχου,]
210 [Μουσαίῳ, ἱερῷ τῆς Ἀρτέμιδος τῷ ἐπὶ τῶν παρ]α̣θη[κῶν, διαδεχομένων καὶ συμ]-
[προπεμπόντων καὶ τῶν ἐφήβων ἀπὸ τῆς Μαγνητικῆς πύλης εἰς τὸ θέα]-
[τρον καὶ ἀπὸ τοῦ θεάτρου μέχρι τῆς Κορησσικῆς πύλης μετὰ] πάσης [εὐπρε]-
[πείας· ὡσαύτως δὲ γενέσθαι καὶ ἐν πᾶσι τοῖς γυμνικοῖ]ς ἀγῶσι<ν> κ̣[αὶ εἴ τινες]
[ἕτεραι ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου ὁρισθήσονται ἡμέραι.  μηδ]ενὶ δὲ ἐξ[έστω]
215 [μετοικονομῆσαι ἢ τὰ ἀπεικονίσματα τῆς θε]οῦ ἢ τὰς εἰκόνας πρὸς τὸ
[μετονομασθῆναι ἢ ἀναχωνευθῆναι ἢ ἄλλωι] τινὶ τρόπωι κακουργηθῆνα[ι,] ἐπ<ε>ὶ
[ὁ ποιήσας τι τούτων ὑπεύθυνο]ς̣ ἔστω ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ οὐδὲν
[ἧσσον ὁ αὐτὸς ἐπιδεικνύσθω στα]θμὸς ἐν τοῖς προγεγραμμένοις ἀπεικονίσ-
[μασιν καὶ εἰκόσιν λειτρῶν] ριαʹ, ἔχοντος τὴν περὶ τούτων ἐκδικίαν ἐπ’ ἀνάν-
220 [κῃ —.]  τῶν δὲ καθιερωμένων ὑπὸ Σαλουτα-
[ρίου δην(αρίων) βʹ] μ̣(υρίων) τ[ε]λέσει τόκον Σαλουτάριος δραχμιαῖον καθ’ ἕκαστον ἐνι-
[αυτὸν] τὰ γει[ν]όμενα δηνάρια χίλια ὀκτακόσια, ἀφ’ ὧν δώσει τῷ γραμμα-
[τεῖ τῆς β]ουλῆς δηνάρια τετρακόσι[α π]ε̣ντήκοντα, ὅπως ἐπιτελεῖ διανομὴν
[τοῖς] βουλευταῖς ἐν τῷ ἱερῶι ἐν τ[ῶι πρ]ονάωι τῆι γενεσίωι τῆς μεγίστης θεᾶς Ἀρ-
225 [τέμιδος,] ἥ̣τι̣ς ἐστὶν μηνὸς Θαργη[λι]ῶνος ἕκτῃ ἱσταμένου, γεινομένης τῆς διανο-
[μῆς ἤδη τῆ]ς πέμπτης, διδομένο[υ ἐ]κάστῳ τῶν παρόντων δηναρίου ἑνός,
[μὴ ἔχον]τος ἐξουσίαν τοῦ ἐπὶ τῆς διανομῆς ἀπόντι δοῦναι̣, ἐ̣π̣εὶ ἀποτεισά-
[τω τῆι β]ο̣υλῆι ὑπὲρ ἑκάστου ὀνόματος τοῦ μὴ παραγενομένου καὶ λαβόντος
[προστείμου δην(άρια) —ʹ] ἐὰν δὲ μείζω]ν γεί[νηται ὁ κόλλυβος, ὥστε]
230 [εἰς πλείονας χωρεῖν, ἐξέστ]ω καὶ [—]
[—]α ἀνὰ κυ[․c.4․]ν.  ὁμοίω̣[ς δώ]-
[σει τῷ τοῦ συνεδρίου τῆς] γερουσ[ίας γ]ραμματεῖ κ[ατ’ ἐνι]-
[αυτὸν ἕκαστον ἀπὸ τοῦ προγεγραμμέν]ου τόκου δη(νάρια) [τπβʹ]
[ἀσσάρια θʹ, ὅπως ἐπιτελῇ κλῆρον τῇ] γενεσίῳ τῆς θεο̣[ῦ]
235 [ἡμέρᾳ τοῖς τοῦ συνεδρίου μετέχουσι]ν εἰς ἄνδρας τθ̣ʹ [ἀνὰ δη(νάριον) αʹ· ἐὰν]
[δὲ μείζων ᾖ ὁ γενόμενος κόλλυβος,] ὥστε εἰς πλείο̣[νας]
[χωρεῖν, κληρώσει καὶ πλείονας, ἑκ]ά̣στου τῶν λαχ[όν]-
[των ἀνὰ δηνάριον ἓν λαμβάνοντ]ος.  διδόσθ[ω δὲ καὶ]
[τοῖς — τοῖς νεοκοροῦσι παρὰ] Σα[λ]ουταρίῳ τ[ῷ καθιερω]-
240 [κότι εἰς διανομὴν δη(νάρια) —ʹ καὶ το]ῖς ἀσ̣ιαρχή̣[σασι] τ̣οῖς
[ἀναγραψαμένοις δη(νάρια) —ʹ εἰς κλῆρον] ἀ̣νὰ̣ [δηνάρ]ι̣α ι<αʹ>, ᾧ καὶ
[τὰ εἰς τὴν θυσίαν ἀγοράσουσιν,] τοῦ κλ̣ή̣ρου γεινομένου
[τῆι πέμπτηι, μὴ ἔχοντος ἐ]ξουσία<ν> τοῦ γραμματέος τῆς
[γερουσίας τοῦ παριέναι τὴν δ]ιανομὴν ἢ ἀναγραφὴν μετὰ
245 [τὴν Σαλουταρίου τελευτή]ν̣, ἐπεὶ ἀποτεισάτω πρόστειμον
[τὸ ἐν τῇ διατάξει ὡρισ]μ̣ένον.  ὁμοίως ἀπὸ τοῦ προγε-
[γραμμένου τόκου δώσει κατ’ ἐ]ν̣ι̣α̣υ[τὸν ἕκ]αστον καὶ τοῖς ἓξ φυ-
[λάρχοις ἀνὰ δη(νάρια) ρκεʹ, ὅπ]ω̣ς ἐπ[ιτελῶ]σ̣[ι] κλῆρον τῆς προγεγραμ-
[μένης καθιερώσεως τῆς] θεοῦ ἐξ [ἑκάστη]ς φυλῆς εἰς ὀνόματα δι-
250 [ακόσια πεντήκοντα, λα]μβανόν̣[των τ]ῶν ληξομένων ἀσσάρια θʹ
[καθ’ ἕκαστον· ἐὰν δὲ μείζων ᾖ ὁ γεν]ό̣μενος κόλλυβος, ὑπὸ
[τῶν φυλάρχων ἐξέστω καὶ ἄλλους πολ]είτας κληροῦσθαι.
[ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένο]υ̣ τόκου κατ’ ἐνιαυτὸν
[ἕκαστον τῷ ἐφηβάρχῳ δην(άρια) ρκϛʹ, ὅπω]ς ἐπιτελῇ κλῆρον
255 [τῶν κατ’ ἐνιαυτὸν ὄντων ἐφήβων τῇ γενεσίῳ τ]ῆς Ἀρτέμιδος
[εἰς ὀνόματα διακόσια πεντήκοντα, λαμβανόν]τ̣ων τῶν ληξο-
[μένων ἀνὰ ἀσσάρια θʹ, λαμβανέτω δὲ] ὁ ἐφήβαρχος χω-
[ρὶς τούτων δη(νάριον) αʹ.  ὁμοίως δώσει ἀπὸ τ]οῦ προγεγραμμέ-
[νου τόκου καὶ τῷ ἀρχιερεῖ Ἀσίας τοῦ ἐν Ἐφέ]σῳ ναοῦ κοινοῦ
260 [τῆς Ἀσίας δη(νάρια) κδʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ] κατ’ ἐνιαυτὸν ἕκασ-
[τον, ὅπως ἐξ αὐτῶν τῇ γενεσίῳ τῆς θ]εοῦ ἡμέρᾳ ἐπιτελεῖ
[κλῆρον τῶν θεολόγων ἐν τῷ ἱερῷ] τῆς Ἀρτέμιδος, λαμ-
[βάνοντος ἑκάστου τῶν παρ’ αὐτῶ]ι ἀναγραψαμένων
[καὶ λαχόντων ἀνὰ δη(νάρια) βʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ, γ]εινομένης τῆς ἀνα-
265 [γραφῆς τῆι πέμπτηι.  ὁμοίως δώσ]ει ἀπὸ τοῦ προγεγραμ-
[μένου τόκου κατ’ ἐνιαυτὸν ἕκαστον τ]ῇ ἱερείᾳ τῆς Ἀρτέμιδος
[ὑπὲρ τῶν ὑμνῳδῶν τῆς θεοῦ τῆι γενεσίω]ι τῆς Ἀρτέμιδος εἰς
[διανομὴν δηνάρια ιηʹ.  ὁμοίως δώσε]ι ἀπὸ τοῦ π[ρ]ογεγραμ-
[μένου τόκου κατὰ πᾶσαν νόμιμον ἐκκλ]ησίαν δυσ[ὶ]ν νεοποι-
270 [οῖς καὶ σκηπτοὺχῳ ἀσ(σάρια) δʹ ἥμισυ, ὥστε φέρ]ε̣σθαι ἐκ τοῦ προνάου
[εἰς τὸ θέατρον τὰ ἀπεικονίσματα τῆς] θεοῦ καὶ τὰς εἰκόνας καὶ
[πάλιν ἀναφέρεσθαι ἐκ τοῦ θεάτρο]υ εἰς τὸν πρόναον αὐθημε-
[ρὸν μετὰ τῶν φυλάκων.  ὁμοίως δώ]σει ἀπὸ τοῦ προγεγραμμέ-
[νου τόκου κατ’ ἐνιαυτὸν ἕκαστο]ν καὶ τοῖς παιδωνόμοις
275 [δη(νάρια) ιεʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ, ὅπως τῇ γενε]σίῳ τῆς θεοῦ ἡμέρᾳ ἐπιτελέ-
[σωσι κλῆρον τῶν παίδων πάν]τ̣ων εἰς ὀνόματα μθʹ, λαμβανόν-
[των τῶν ληξομένων ταύτ]ῃ τῇ ἡμέρᾳ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος
[ἀνὰ ἀσ(σάρια) δʹ ἥμισυ, λαμβανό]ντων καὶ τῶν παιδωνόμων χωρὶς
[τούτων ἀνὰ ἀσσάρια θʹ.  ὁ]μοίως δώσει ἀπὸ τοῦ προγεγραμ-
280 [μένου τόκου καθ’ ἕκαστον ἐν]ι̣αυτὸν τῷ τὰ καθάρσια ποιοῦντι παρε-
[—] τὰ λοιπὰ δη(νάρια) τριάκοντα, ὥστε κα-
[θαρίζειν ἑκάστοτε, ὁπόταν εἰ]ς τὸ ἱερὸν ἀποφέρηται̣ τὰ ἀπεικον-
[ίσματα τῆς θεοῦ, πρὶν ἀποθεῖν]α̣ι αὐτὰ εἰς τ̣ὸν πρόναον τῆς Ἀρτέ-
[μιδος.  ἐὰν μὲν οὖν ἕτερός τις κατ’] ἰδίαν πρ̣οαίρεσιν ἀγοράσῃ
285 [τὴν κληρονομίαν ταύτην καὶ βουλ]ηθῇ δίδοσθαι καθ’ ἕκαστον ἐνι-
[αυτὸν τὸν τόκον, διδότω ὁ ἀγορά]ζ̣ων τὰ προγεγραμμένα δη(νάρια) χίλια
[ὀ]κτακό̣[σια, μὴ ἐξὸν παρὰ τὴ]ν̣ διάταξιν εἰσε[ν]ενκεῖν μηδὲν
ἔλασσο̣[ν —, ἀ]λλὰ προσασφαλιζομένου.
ἐὰν δέ τ̣ι̣[ς ἀγοράσῃ αὐτήν, βουλ]ηθῇ δὲ ἀποδοῦναι τάχειον τὰ̣ τῆς
290 καθιερώ[σεως ἀρχαῖα ἅπαντ]α, ἐξέσται αὐτῷ ἐπ’ ἀνάνκῃ ληψομέ-
νῳ τ[ῷ ἐπὶ τῶν χρημάτω]ν τῆς βουλῆς τὰ γεινόμενα ὑπὲρ τῶν
κα[θ]ιερω[μένων τῇ βουλῇ] ἀρχαίου δη(νάρια) πεντακισχίλια,
ὁμ[ο]ίως κα[ὶ τῷ ἐπὶ τῶν χρη]μάτων τῆς γερουσίας τὰ γεινόμενα
ὑπὲρ τῆς καθιερωμέ̣[ν]ων τῇ γερουσίᾳ δη(νάρια) τετρακ̣[ι]σ̣[χ]ε̣[ί]-
295 λια τετρακόσια πεντήκοντα, ὁμοίως καὶ τοῖς θεολόγοις
καὶ ὑμνῳδοῖς τὰ γεινόμενα ὑπὲρ τῆς καθιερώσεως ἀρχαίου
δη(νάρια) διακόσ[ι]α πεντήκοντα πέντε, ὁμοίως τῷ γραμματεῖ
τοῦ δήμου τὰ λοιπὰ γεινόμενα τοῦ ἀρχαίου ὑπὲρ τῆς καθιερώ-
σεως τῶν εἰς τοὺς πολείτας κλήρων καὶ ἐφήβων καὶ νεο-
300 ποιῶν καὶ σκηπτούχων καὶ καθαρσίων δη(νάρια) μύρια διακόσια
ἑβδομήκοντα πέντε, ὅπως ἐκδανίζωσιν αὐτὰ ἐπὶ τόκῳ
ἀσσαρίων δεκαδύο ἀργυρῶν ἀδιάπτωτα καὶ ἐπιτελῆ-
ται καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ τόκου τὰ διατεταγμέ-
να ἀ̣νυπερθέτως, ὡς προγέγραπται.  ἐὰν δὲ πρὸ τοῦ <ἀ>πο-
305 δοῦναι τὰ δισμύρια δη(νάρια) ἢ διατάξεσθαι ἀπὸ προσόδου
χωρίων δίδοσθ̣αι τὸν τόκον αὐτῶν {ἢ} τελευτήσει
Σαλουτάριος, ὑποκείσθωσαν οἱ κληρονόμοι αὐτοῦ τῇ εὐ-
λυτήσει τῶν καθιερωμένων δη(ναρίων) δισμυρίων καὶ τοῖς ἐπα-
κολουθήσασι τόκοις μέχρι τῆς εὐλυτήσεος, ὑποκει-
310 μένων αὐτῶν τῇ πράξει κατὰ τὰ ἱερὰ τῆς θεοῦ καὶ τὰ πα-
ρὰ τοῖς πρεσβυτέροις ἐκδανιστικὰ ἔνγραφα.  ὑπέσχετο
<δ>ὲ Σαλουτάριος, ὥστε ἄρξ[α]σθαι τὴν φιλοτειμίαν αὐτοῦ
τῷ ἐνεστῶτι ἔτει, ἐν τῇ γενε[σί]ῳ τῆς θεοῦ ἡμέρᾳ δώσει[ν]
δη(νάρια) χείλια ὀκτακόσια εἰς τὰς προγεγραμμένας διανομὰς
315 καὶ κλήρους.  μηδεν[ὶ] δὲ ἐξέστω ἄρχοντι ἢ ἐκδίκῳ ἢ ἰδιώ-
τῃ πε̣[ιρᾶ]σαί τι ἀλλάξαι ἢ μεταθεῖναι ἢ μετοικονομῆσαι ἢ μετα-
ψηφί[σ]ασθα[ι] τῶν καθιερωμένων ἀπεικονισμάτων ἢ τοῦ
ἀργυρίου ἢ τῆς [π]ροσόδου αὐτοῦ ἢ μεταθεῖναι εἰς ἕτερον πόρον
ἢ ἀνά̣[λ]ωμα ἢ ἄλ[λ]ο τι ποῆσαι παρὰ τὰ προγεγραμμένα καὶ δια-
320 τετ[αγ]μένα, ἐπεὶ τὸ γενόμενον παρὰ ταῦτα ἔστω ἄκυρον·
ὁ δὲ πε[ι]ράσας ποιῆσαί τι ὑπεναντίον τῇ διατάξει ἢ τοῖς
ὑπὸ τ[ῆ]ς βου[λ]ῆς καὶ τοῦ δήμου ἐψηφισμένοις καὶ ἐπικεκυ-
ρωμέν̣[οις περὶ] ταύτης̣ τ̣ῆς διατάξεως ἀποτεισάτω εἰς
προσκ[όσμημα τ]ῆς με[γίστ]ης θεᾶς Ἀρτέμιδος δη(νάρια) δισμύρια
325 [π]ε̣[ν]τ̣α[κισχείλια καὶ εἰς τὸν τοῦ Σε]βαστοῦ φίσκον ἄλλα δη(νάρια)  ͵ε.
[ἡ δὲ προγεγραμμένη διάταξις ἔσ]τ̣ω κυρία εἰς τὸν ἅπαντα χρό-
[νον —, καθάπερ Ἀκουίλλι]ος Πρόκλ[ος, ὁ ε]ὐ̣[ε]ρ̣[γ]έ̣της
[καὶ ἀνθύπατο]ς, καὶ Ἀφράνιος Φλαουιανός, ὁ κράτιστος πρεσβευτὴς
κα̣[ὶ ἀντιστ]ρ̣άτηγος, διὰ ἐπιστολῶν περὶ ταύτης τῆς διατάξε-
330 ως ἐπ̣εκύρωσα̣ν καὶ ὥρισαν τὸ προγεγραμμένον π[ρ]ό̣στειμ̣ον.
Γ<ά>ϊος Οὐείβιος, Γαΐου υἱός, Ὠφεντείνα, Σαλουτάριος εἰ[σ]ενήνοχα
τὴν διάταξιν καὶ καθιέρωσα τὰ προγεγραμμένα.
Search Help
Contact Us