Letter of Caius [Vibius Salutaris] offering benefaction to
[boule and demos] of Ephesos in form of legal document; AD 104;
found at Ephesos: Wood, App. 6, no. 1, col. 3, 4, 5; GIBM 481,
481*, 728, 749; FiE II no. 27B; Oliver, Sacred Gerousia 3, ll.
134-332; SEG 15, 698; *IEph 27B (PH) and Add. p. 2.
[ ]
IEph 27B + Add. p. 2
134 | Σέξτ[ῳ Ἀττίῳ] |
135 | Σουβ̣ο̣υρανῷ τ̣[ὸ βʹ, Μάρκῳ Ἀσινίῳ] |
Μα[ρκέλλῳ ὑπάτοις, — Ἰαν(ουαρι—)·] | |
[ἐπὶ πρυτάνεως Τιβ(ερίου) Κλ(αυδίου) Ἀντιπάτρου Ἰουλιανοῦ,] | |
[μηνὸς Ποσειδεῶνος —ʹ ἱσταμένου.] | |
Γάϊος [Οὐείβιος, Γ(αΐου) υἱός, Οὐωφεντείνα, Σαλουτάριος διάτα]- | |
140 | ξιν εἰ[σφέρει τῇ Ἐφεσίων βουλῇ φιλοσεβάστῳ καὶ τῷ νεοκόρῳ] |
Ἐφεσίω[ν δήμῳ φιλοσεβάστῳ, περὶ ὧν καθιέρωκεν ἐπὶ] | |
ταῖς ὑπ̣[ογεγραμμέναις οἰκονομίαις τῇ μεγίστῃ θεᾷ Ἐφεσίᾳ Ἀρ]- | |
τέμιδ[ι καὶ τῷ νεοκόρῳ Ἐφεσίων δήμῳ φιλοσεβάστῳ καὶ] | |
τῇ Ἐφ[εσίων βουλῇ φιλοσεβάστῳ καὶ τῇ Ἐφεσίων γερουσίᾳ] | |
145 | φ[ιλοσεβάστῳ καὶ ταῖς ἓξ Ἐφεσίων φυλαῖς καὶ τοῖς κατ’ ἐνιαυτὸν] |
[Ἐφεσίων ἐφήβοις καὶ τοῖς θεολόγοις καὶ ὑμνῳδοῖς καὶ τοῖς νεο]- | |
[ποιοῖς καὶ σκηπτούχοις καὶ τοῖς αἰεὶ ἐσομένοις Ἐφεσίων] | |
[παισὶν καὶ παιδωνόμοις ἀπεικονισμάτων τῆς θεοῦ ἐννέα, ἑ]- | |
[νὸς μὲν χρυσέου, τῶν δὲ λοιπῶν ἀργυρέων, καὶ εἰκόνων ἀργυρέων] | |
150 | [εἴκοσι καὶ δηναρίων δισμυρίων, ἐφ’ ᾧ εἰκὼν ἀργυρέα τοῦ κυρίου] |
[ἡμῶν Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊαν]ο[ῦ Σεβαστοῦ, Γερ]- | |
[μανικοῦ, Δακικοῦ, ὁλκῆς λειτρῶν —ʹ,] οὐ̣νκι̣ῶν γʹ, καί εἰκὼν [ἀργυρέα] | |
[Πλ]ω̣[τείνης Σεβαστῆς, ὁλ]κ̣ῆς λειτρῶν γʹ, νεοκορῶνται πα[ρ’ αὐτῶι] | |
Σαλο[υταρίωι] τῶι κ[αθι]ερωκότι, μετὰ δὲ τὴν Σαλουταρίο[υ τελευτὴν] | |
155 | ἀποδοθ[ῶ]σιν αἱ προδηλούμεναι εἰκόνες τῶι Ἐφεσίων γραμμ[ατεῖ ἐπὶ τῶι] |
προγεγραμμένωι σταθμῶι ἀπὸ τῶν κληρονόμων αὐτοῦ, ὥ[στε καὶ αὐ]- | |
τὰς τίθε[σ]θαι ἐν ταῖς ἐκκλησίαις ἐπάνω τῆς σελίδος τῆς βουλ[ῆς μετὰ τῆς] | |
χρυσέας Ἀρτέμιδος καὶ τῶν ἄλλων εἰκόνων. Ἄρτεμις δὲ χρυσ[έα, ὁλκῆς] | |
λειτρῶν τριῶν καὶ αἱ περὶ αὐτὴν ἀργύρεοι ἔλαφοι δύο καὶ τὰ λοιπ[ὰ ἐπίχρυσα,] | |
160 | ὁλκῆς λειτρῶν δύο, οὐνκιῶν δέκα, γραμμάτων πέντε, καὶ εἰ[κὼν ἀργυ]- |
ρέ̣[α τῆ]ς ἱερᾶς συνκλήτου, ὁλκῆς λειτρῶν δʹ, οὐνκιῶν βʹ, καὶ εἰ[κὼν ἀργυ]- | |
ρ̣[έα τῆ]ς φιλοσεβάστου καὶ σεμνοτάτης Ἐφεσίων βουλῆς, ὁ[λκῆς λει]- | |
[τρῶ]ν δʹ, γραμάτων θʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι [καὶ τῇ φιλο]- | |
σ̣[εβ]άστῳ Ἐφεσίων βουλῆι. ὁμοίως καὶ ἀργυρέα Ἄρτεμις λα[μπαδηφό]- | |
165 | ρ[ο]ς, ὁλκῆς ζʹ, καὶ εἰκὼν ἀργυρέα τοῦ δήμου τοῦ Ῥωμαίων, [ὁλκῆς —ʹ,] |
καὶ εἰκὼν ἀργυρέα τῆς φιλοσεβάστου γερουσίας, ὁλκῆς [—ʹ, τὰ καὶ] | |
αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τῇ Ἐφεσίων γερουσίᾳ. | |
ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἐ[μφερὴς] | |
τῇ ἐν τῇ ἐξέδρᾳ τῶν ἐφήβων, ὁλκῆς ζʹ, οὐνκιῶν εʹ, γραμ[μάτων —ʹ,] | |
170 | καὶ εἰκὼν ἀργυρέα τοῦ ἱππικοῦ τάγματος, ὁλκῆς γʹ, ἡ[μιουν]- |
κίου, γραμμάτων γʹ, καὶ ἄλλη εἰκὼν ἀργυρέα τῆς ἐφηβεία[ς, ὁλκῆς —ʹ,] | |
τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς κατ’ ἐνιαυτὸ[ν οὖ]- | |
[σι]ν ἐφήβοις. ὁ[μοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος, ἔχου]- | |
[σα] φιάλην, ὁλκ[ῆς —ʹ, οὐνκιῶν —ʹ, γραμμάτων —ʹ, καὶ εἰκὼν ἀργυρέα] | |
175 | [θεο]ῦ̣ Σεβαστοῦ, [ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, γραμμάτων —ʹ, καὶ εἰκὼν ἀργυρέα φυ]- |
[λῆς Σε]βαστῆς, ὁ[λκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ] | |
[τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Σεβαστῆς φυλῆς. ὁμοίως καὶ ἄλλη] | |
[Ἄρτεμις ἀργυρέα —, ὁλκῆς —ʹ,] | |
[καὶ εἰκὼν ἀργυρέα τοῦ φιλοσεβάστου Ἐφεσίων δήμου, ὁλκῆς —ʹ,] | |
180 | [καὶ εἰκὼν ἀργυρέα φυλῆς Ἐ]φ̣[εσέων, ὁλκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμ]έν[α] |
[τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐ]σ̣ομέν[οις πολείταις τῆς Ἐφεσέων φυλῆς.] | |
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις] ἀ̣ργυρέα [— χ]ε̣ιρὶ | |
[—, ὁλκῆς —ʹ, οὐνκιῶν] θʹ, καὶ ε̣[ἰκὼν ἀργυρέα — ὁλκῆς ․ʹ,] καὶ | |
[εἰκὼν ἀργυρέα φυλῆς Καρηναίων, ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, γραμμ]ά̣των γ̣ʹ, τ̣ὰ | |
185 | [καὶ αὐτὰ καθιερωμένα τῇ τε Ἀρτέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πο]λείταις |
[τῆς Καρηναίων φυλῆς. ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπ]αδηφό- | |
[ρος ․․8-9․․․, ὁλκῆς —ʹ, καὶ εἰκὼν ἀργυρέα Λυσιμάχου, ὁλκῆς —ʹ, γ]ρ(αμμάτων) γʹ, καὶ εἰκὼν | |
[ἀργυρέα φυλῆς Τηΐων, ὁλκ]ῆς [ —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ τ]ε Ἀρτέμιδι | |
[καὶ τοῖς αἰεὶ ἐσομένοις π]ολε[ίταις τῆς Τηΐων φυλῆς.] ὁμο[ίω]ς καὶ ἄλλη Ἄρ- | |
190 | [τεμις ἀργυρέα ἔχου]σ̣α τὸ τ̣[․5-6․․, ὁλκῆς —ʹ, οὐνκι]ῶν γʹ, ἡμίσ̣ους γράμμα- |
[τος, καὶ εἰκὼν ἀργ]υρέα Ε̣[ὐωνύμου, ὁλκῆς —ʹ, καὶ εἰκὼν ἀργυρ]έ̣α φυλῆς Εὐ- | |
[ωνύμων, ὁλκῆς ] γʹ, ἡμ[ιουνκίου, γραμμάτων —ʹ, τὰ καὶ αὐτὰ κ]α̣θιερωμέ- | |
[να τῇ τε Ἀρτέμιδι καὶ το]ῖς [αἰεὶ ἐσομένοις πολεῖταις τῆς Εὐωνύμω]ν φυλῆς. | |
[ὁμοίως καὶ ἄλλη Ἄρτεμις ἀργυρέα λαμπαδηφόρος — Κα]σταλ̣ί- | |
195 | [α —, ὁλκῆς —ʹ, οὐνκιῶν —ʹ, καὶ εἰκὼν ἀργυρέα Πίωνος, ὁλκῆς —ʹ, καὶ ε]ἰκὼν |
[ἀργυρέα φυλῆς Βεμβειναίων, ὁλκῆς —ʹ, τὰ καὶ αὐτὰ καθιερωμένα τῇ] τε Ἀ̣[ρ]- | |
[τέμιδι καὶ τοῖς αἰεὶ ἐσομένοις πολείταις τῆς Βεμβειναίων φυλῆ]ς. | |
[ὁ δὲ προγεγραμμένος σταθμὸς τῶν ἐννέα ἀπεικονισμάτω]ν τῆς θ̣ε- | |
[οῦ καὶ τῶν εἴκοσι εἰκόνων παρεστάθη Εὐμέ]νει Εὐμέν[ους τοῦ Θεοφίλ]ου, τῶι | |
200 | [καὶ αὐτῶι στρατηγῶι τῆς Ἐφεσίων πόλεως, δι]ὰ̣ τοῦ ζυγ[οστάτου Ἑρμίου,] ἱεροῦ τῆς |
[Ἀρτέμιδος, συμπαραλαμβάνο]ν̣τ̣[ος Μουσαί]ου, ἱεροῦ τ[ῆς Ἀρτέμιδος, τοῦ] ἐπὶ τῶν | |
[παραθηκῶν. τὰ δὲ προγεγρ]αμμέ[να ἀπεικο]ν̣ίσματ[α ἀποτιθέσθω]σαν κατὰ | |
[πᾶσαν νόμιμον ἐκκλ]η̣σίαν κ[αὶ τῇ τῇ νέᾳ] νουμη̣[νίᾳ ἔτους ἀρ]χιερατι- | |
[κοῦ ἐπιτελουμένῃ θυσί]ᾳ ἐν τῶι [θεάτρωι ὑπ]ὸ τῶν κα[θηκόντων ἐπὶ τὰ]ς̣ κατὰ σε- | |
205 | [λίδας τεθειμένας κ]αὶ ἐπιγεγ[ραμμένας] θʹ βάσεις [ἀνὰ γʹ, ὡς ἡ ἐπὶ] τ̣οῖς βά- |
[θροις καὶ ἡ ἐν τῇ δ]ιατάξει βο̣[υλῆς, γερου]σίας, ἐφη[βείας καὶ φυλῆ]ς̣ κ̣α̣θιέ- | |
[ρωσις· μετὰ δὲ τ]ὸ λυθῆν̣[αι τὰς ἐκκλησί]ας ἀποφ[ερέσθωσαν τὰ ἀπεικονίσ]- | |
[ματα καὶ αἱ εἰκόνε]ς̣ ε[ἰς τὸ ἱερὸν τῆς Ἀρτέμ]ιδος κα[ὶ παραδιδόσθωσαν ὑπὸ] | |
[τῶν φυλάκων, συνεπιμελουμένων ἐκ] τῶν νεο[ποιῶν δύο καὶ σκηπτούχου,] | |
210 | [Μουσαίῳ, ἱερῷ τῆς Ἀρτέμιδος τῷ ἐπὶ τῶν παρ]α̣θη[κῶν, διαδεχομένων καὶ συμ]- |
[προπεμπόντων καὶ τῶν ἐφήβων ἀπὸ τῆς Μαγνητικῆς πύλης εἰς τὸ θέα]- | |
[τρον καὶ ἀπὸ τοῦ θεάτρου μέχρι τῆς Κορησσικῆς πύλης μετὰ] πάσης [εὐπρε]- | |
[πείας· ὡσαύτως δὲ γενέσθαι καὶ ἐν πᾶσι τοῖς γυμνικοῖ]ς ἀγῶσι<ν> κ̣[αὶ εἴ τινες] | |
[ἕτεραι ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου ὁρισθήσονται ἡμέραι. μηδ]ενὶ δὲ ἐξ[έστω] | |
215 | [μετοικονομῆσαι ἢ τὰ ἀπεικονίσματα τῆς θε]οῦ ἢ τὰς εἰκόνας πρὸς τὸ |
[μετονομασθῆναι ἢ ἀναχωνευθῆναι ἢ ἄλλωι] τινὶ τρόπωι κακουργηθῆνα[ι,] ἐπ<ε>ὶ | |
[ὁ ποιήσας τι τούτων ὑπεύθυνο]ς̣ ἔστω ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ οὐδὲν | |
[ἧσσον ὁ αὐτὸς ἐπιδεικνύσθω στα]θμὸς ἐν τοῖς προγεγραμμένοις ἀπεικονίσ- | |
[μασιν καὶ εἰκόσιν λειτρῶν] ριαʹ, ἔχοντος τὴν περὶ τούτων ἐκδικίαν ἐπ’ ἀνάν- | |
220 | [κῃ —.] τῶν δὲ καθιερωμένων ὑπὸ Σαλουτα- |
[ρίου δην(αρίων) βʹ] μ̣(υρίων) τ[ε]λέσει τόκον Σαλουτάριος δραχμιαῖον καθ’ ἕκαστον ἐνι- | |
[αυτὸν] τὰ γει[ν]όμενα δηνάρια χίλια ὀκτακόσια, ἀφ’ ὧν δώσει τῷ γραμμα- | |
[τεῖ τῆς β]ουλῆς δηνάρια τετρακόσι[α π]ε̣ντήκοντα, ὅπως ἐπιτελεῖ διανομὴν | |
[τοῖς] βουλευταῖς ἐν τῷ ἱερῶι ἐν τ[ῶι πρ]ονάωι τῆι γενεσίωι τῆς μεγίστης θεᾶς Ἀρ- | |
225 | [τέμιδος,] ἥ̣τι̣ς ἐστὶν μηνὸς Θαργη[λι]ῶνος ἕκτῃ ἱσταμένου, γεινομένης τῆς διανο- |
[μῆς ἤδη τῆ]ς πέμπτης, διδομένο[υ ἐ]κάστῳ τῶν παρόντων δηναρίου ἑνός, | |
[μὴ ἔχον]τος ἐξουσίαν τοῦ ἐπὶ τῆς διανομῆς ἀπόντι δοῦναι̣, ἐ̣π̣εὶ ἀποτεισά- | |
[τω τῆι β]ο̣υλῆι ὑπὲρ ἑκάστου ὀνόματος τοῦ μὴ παραγενομένου καὶ λαβόντος | |
[προστείμου δην(άρια) —ʹ] ἐὰν δὲ μείζω]ν γεί[νηται ὁ κόλλυβος, ὥστε] | |
230 | [εἰς πλείονας χωρεῖν, ἐξέστ]ω καὶ [—] |
[—]α ἀνὰ κυ[․c.4․]ν. ὁμοίω̣[ς δώ]- | |
[σει τῷ τοῦ συνεδρίου τῆς] γερουσ[ίας γ]ραμματεῖ κ[ατ’ ἐνι]- | |
[αυτὸν ἕκαστον ἀπὸ τοῦ προγεγραμμέν]ου τόκου δη(νάρια) [τπβʹ] | |
[ἀσσάρια θʹ, ὅπως ἐπιτελῇ κλῆρον τῇ] γενεσίῳ τῆς θεο̣[ῦ] | |
235 | [ἡμέρᾳ τοῖς τοῦ συνεδρίου μετέχουσι]ν εἰς ἄνδρας τθ̣ʹ [ἀνὰ δη(νάριον) αʹ· ἐὰν] |
[δὲ μείζων ᾖ ὁ γενόμενος κόλλυβος,] ὥστε εἰς πλείο̣[νας] | |
[χωρεῖν, κληρώσει καὶ πλείονας, ἑκ]ά̣στου τῶν λαχ[όν]- | |
[των ἀνὰ δηνάριον ἓν λαμβάνοντ]ος. διδόσθ[ω δὲ καὶ] | |
[τοῖς — τοῖς νεοκοροῦσι παρὰ] Σα[λ]ουταρίῳ τ[ῷ καθιερω]- | |
240 | [κότι εἰς διανομὴν δη(νάρια) —ʹ καὶ το]ῖς ἀσ̣ιαρχή̣[σασι] τ̣οῖς |
[ἀναγραψαμένοις δη(νάρια) —ʹ εἰς κλῆρον] ἀ̣νὰ̣ [δηνάρ]ι̣α ι<αʹ>, ᾧ καὶ | |
[τὰ εἰς τὴν θυσίαν ἀγοράσουσιν,] τοῦ κλ̣ή̣ρου γεινομένου | |
[τῆι πέμπτηι, μὴ ἔχοντος ἐ]ξουσία<ν> τοῦ γραμματέος τῆς | |
[γερουσίας τοῦ παριέναι τὴν δ]ιανομὴν ἢ ἀναγραφὴν μετὰ | |
245 | [τὴν Σαλουταρίου τελευτή]ν̣, ἐπεὶ ἀποτεισάτω πρόστειμον |
[τὸ ἐν τῇ διατάξει ὡρισ]μ̣ένον. ὁμοίως ἀπὸ τοῦ προγε- | |
[γραμμένου τόκου δώσει κατ’ ἐ]ν̣ι̣α̣υ[τὸν ἕκ]αστον καὶ τοῖς ἓξ φυ- | |
[λάρχοις ἀνὰ δη(νάρια) ρκεʹ, ὅπ]ω̣ς ἐπ[ιτελῶ]σ̣[ι] κλῆρον τῆς προγεγραμ- | |
[μένης καθιερώσεως τῆς] θεοῦ ἐξ [ἑκάστη]ς φυλῆς εἰς ὀνόματα δι- | |
250 | [ακόσια πεντήκοντα, λα]μβανόν̣[των τ]ῶν ληξομένων ἀσσάρια θʹ |
[καθ’ ἕκαστον· ἐὰν δὲ μείζων ᾖ ὁ γεν]ό̣μενος κόλλυβος, ὑπὸ | |
[τῶν φυλάρχων ἐξέστω καὶ ἄλλους πολ]είτας κληροῦσθαι. | |
[ὁμοίως δώσει ἀπὸ τοῦ προγεγραμμένο]υ̣ τόκου κατ’ ἐνιαυτὸν | |
[ἕκαστον τῷ ἐφηβάρχῳ δην(άρια) ρκϛʹ, ὅπω]ς ἐπιτελῇ κλῆρον | |
255 | [τῶν κατ’ ἐνιαυτὸν ὄντων ἐφήβων τῇ γενεσίῳ τ]ῆς Ἀρτέμιδος |
[εἰς ὀνόματα διακόσια πεντήκοντα, λαμβανόν]τ̣ων τῶν ληξο- | |
[μένων ἀνὰ ἀσσάρια θʹ, λαμβανέτω δὲ] ὁ ἐφήβαρχος χω- | |
[ρὶς τούτων δη(νάριον) αʹ. ὁμοίως δώσει ἀπὸ τ]οῦ προγεγραμμέ- | |
[νου τόκου καὶ τῷ ἀρχιερεῖ Ἀσίας τοῦ ἐν Ἐφέ]σῳ ναοῦ κοινοῦ | |
260 | [τῆς Ἀσίας δη(νάρια) κδʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ] κατ’ ἐνιαυτὸν ἕκασ- |
[τον, ὅπως ἐξ αὐτῶν τῇ γενεσίῳ τῆς θ]εοῦ ἡμέρᾳ ἐπιτελεῖ | |
[κλῆρον τῶν θεολόγων ἐν τῷ ἱερῷ] τῆς Ἀρτέμιδος, λαμ- | |
[βάνοντος ἑκάστου τῶν παρ’ αὐτῶ]ι ἀναγραψαμένων | |
[καὶ λαχόντων ἀνὰ δη(νάρια) βʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ, γ]εινομένης τῆς ἀνα- | |
265 | [γραφῆς τῆι πέμπτηι. ὁμοίως δώσ]ει ἀπὸ τοῦ προγεγραμ- |
[μένου τόκου κατ’ ἐνιαυτὸν ἕκαστον τ]ῇ ἱερείᾳ τῆς Ἀρτέμιδος | |
[ὑπὲρ τῶν ὑμνῳδῶν τῆς θεοῦ τῆι γενεσίω]ι τῆς Ἀρτέμιδος εἰς | |
[διανομὴν δηνάρια ιηʹ. ὁμοίως δώσε]ι ἀπὸ τοῦ π[ρ]ογεγραμ- | |
[μένου τόκου κατὰ πᾶσαν νόμιμον ἐκκλ]ησίαν δυσ[ὶ]ν νεοποι- | |
270 | [οῖς καὶ σκηπτοὺχῳ ἀσ(σάρια) δʹ ἥμισυ, ὥστε φέρ]ε̣σθαι ἐκ τοῦ προνάου |
[εἰς τὸ θέατρον τὰ ἀπεικονίσματα τῆς] θεοῦ καὶ τὰς εἰκόνας καὶ | |
[πάλιν ἀναφέρεσθαι ἐκ τοῦ θεάτρο]υ εἰς τὸν πρόναον αὐθημε- | |
[ρὸν μετὰ τῶν φυλάκων. ὁμοίως δώ]σει ἀπὸ τοῦ προγεγραμμέ- | |
[νου τόκου κατ’ ἐνιαυτὸν ἕκαστο]ν καὶ τοῖς παιδωνόμοις | |
275 | [δη(νάρια) ιεʹ, ἀσ(σάρια) ιγʹ ἥμισυ, ὅπως τῇ γενε]σίῳ τῆς θεοῦ ἡμέρᾳ ἐπιτελέ- |
[σωσι κλῆρον τῶν παίδων πάν]τ̣ων εἰς ὀνόματα μθʹ, λαμβανόν- | |
[των τῶν ληξομένων ταύτ]ῃ τῇ ἡμέρᾳ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος | |
[ἀνὰ ἀσ(σάρια) δʹ ἥμισυ, λαμβανό]ντων καὶ τῶν παιδωνόμων χωρὶς | |
[τούτων ἀνὰ ἀσσάρια θʹ. ὁ]μοίως δώσει ἀπὸ τοῦ προγεγραμ- | |
280 | [μένου τόκου καθ’ ἕκαστον ἐν]ι̣αυτὸν τῷ τὰ καθάρσια ποιοῦντι παρε- |
[—] τὰ λοιπὰ δη(νάρια) τριάκοντα, ὥστε κα- | |
[θαρίζειν ἑκάστοτε, ὁπόταν εἰ]ς τὸ ἱερὸν ἀποφέρηται̣ τὰ ἀπεικον- | |
[ίσματα τῆς θεοῦ, πρὶν ἀποθεῖν]α̣ι αὐτὰ εἰς τ̣ὸν πρόναον τῆς Ἀρτέ- | |
[μιδος. ἐὰν μὲν οὖν ἕτερός τις κατ’] ἰδίαν πρ̣οαίρεσιν ἀγοράσῃ | |
285 | [τὴν κληρονομίαν ταύτην καὶ βουλ]ηθῇ δίδοσθαι καθ’ ἕκαστον ἐνι- |
[αυτὸν τὸν τόκον, διδότω ὁ ἀγορά]ζ̣ων τὰ προγεγραμμένα δη(νάρια) χίλια | |
[ὀ]κτακό̣[σια, μὴ ἐξὸν παρὰ τὴ]ν̣ διάταξιν εἰσε[ν]ενκεῖν μηδὲν | |
ἔλασσο̣[ν —, ἀ]λλὰ προσασφαλιζομένου. | |
ἐὰν δέ τ̣ι̣[ς ἀγοράσῃ αὐτήν, βουλ]ηθῇ δὲ ἀποδοῦναι τάχειον τὰ̣ τῆς | |
290 | καθιερώ[σεως ἀρχαῖα ἅπαντ]α, ἐξέσται αὐτῷ ἐπ’ ἀνάνκῃ ληψομέ- |
νῳ τ[ῷ ἐπὶ τῶν χρημάτω]ν τῆς βουλῆς τὰ γεινόμενα ὑπὲρ τῶν | |
κα[θ]ιερω[μένων τῇ βουλῇ] ἀρχαίου δη(νάρια) πεντακισχίλια, | |
ὁμ[ο]ίως κα[ὶ τῷ ἐπὶ τῶν χρη]μάτων τῆς γερουσίας τὰ γεινόμενα | |
ὑπὲρ τῆς καθιερωμέ̣[ν]ων τῇ γερουσίᾳ δη(νάρια) τετρακ̣[ι]σ̣[χ]ε̣[ί]- | |
295 | λια τετρακόσια πεντήκοντα, ὁμοίως καὶ τοῖς θεολόγοις |
καὶ ὑμνῳδοῖς τὰ γεινόμενα ὑπὲρ τῆς καθιερώσεως ἀρχαίου | |
δη(νάρια) διακόσ[ι]α πεντήκοντα πέντε, ὁμοίως τῷ γραμματεῖ | |
τοῦ δήμου τὰ λοιπὰ γεινόμενα τοῦ ἀρχαίου ὑπὲρ τῆς καθιερώ- | |
σεως τῶν εἰς τοὺς πολείτας κλήρων καὶ ἐφήβων καὶ νεο- | |
300 | ποιῶν καὶ σκηπτούχων καὶ καθαρσίων δη(νάρια) μύρια διακόσια |
ἑβδομήκοντα πέντε, ὅπως ἐκδανίζωσιν αὐτὰ ἐπὶ τόκῳ | |
ἀσσαρίων δεκαδύο ἀργυρῶν ἀδιάπτωτα καὶ ἐπιτελῆ- | |
ται καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ τόκου τὰ διατεταγμέ- | |
να ἀ̣νυπερθέτως, ὡς προγέγραπται. ἐὰν δὲ πρὸ τοῦ <ἀ>πο- | |
305 | δοῦναι τὰ δισμύρια δη(νάρια) ἢ διατάξεσθαι ἀπὸ προσόδου |
χωρίων δίδοσθ̣αι τὸν τόκον αὐτῶν {ἢ} τελευτήσει | |
Σαλουτάριος, ὑποκείσθωσαν οἱ κληρονόμοι αὐτοῦ τῇ εὐ- | |
λυτήσει τῶν καθιερωμένων δη(ναρίων) δισμυρίων καὶ τοῖς ἐπα- | |
κολουθήσασι τόκοις μέχρι τῆς εὐλυτήσεος, ὑποκει- | |
310 | μένων αὐτῶν τῇ πράξει κατὰ τὰ ἱερὰ τῆς θεοῦ καὶ τὰ πα- |
ρὰ τοῖς πρεσβυτέροις ἐκδανιστικὰ ἔνγραφα. ὑπέσχετο | |
<δ>ὲ Σαλουτάριος, ὥστε ἄρξ[α]σθαι τὴν φιλοτειμίαν αὐτοῦ | |
τῷ ἐνεστῶτι ἔτει, ἐν τῇ γενε[σί]ῳ τῆς θεοῦ ἡμέρᾳ δώσει[ν] | |
δη(νάρια) χείλια ὀκτακόσια εἰς τὰς προγεγραμμένας διανομὰς | |
315 | καὶ κλήρους. μηδεν[ὶ] δὲ ἐξέστω ἄρχοντι ἢ ἐκδίκῳ ἢ ἰδιώ- |
τῃ πε̣[ιρᾶ]σαί τι ἀλλάξαι ἢ μεταθεῖναι ἢ μετοικονομῆσαι ἢ μετα- | |
ψηφί[σ]ασθα[ι] τῶν καθιερωμένων ἀπεικονισμάτων ἢ τοῦ | |
ἀργυρίου ἢ τῆς [π]ροσόδου αὐτοῦ ἢ μεταθεῖναι εἰς ἕτερον πόρον | |
ἢ ἀνά̣[λ]ωμα ἢ ἄλ[λ]ο τι ποῆσαι παρὰ τὰ προγεγραμμένα καὶ δια- | |
320 | τετ[αγ]μένα, ἐπεὶ τὸ γενόμενον παρὰ ταῦτα ἔστω ἄκυρον· |
ὁ δὲ πε[ι]ράσας ποιῆσαί τι ὑπεναντίον τῇ διατάξει ἢ τοῖς | |
ὑπὸ τ[ῆ]ς βου[λ]ῆς καὶ τοῦ δήμου ἐψηφισμένοις καὶ ἐπικεκυ- | |
ρωμέν̣[οις περὶ] ταύτης̣ τ̣ῆς διατάξεως ἀποτεισάτω εἰς | |
προσκ[όσμημα τ]ῆς με[γίστ]ης θεᾶς Ἀρτέμιδος δη(νάρια) δισμύρια | |
325 | [π]ε̣[ν]τ̣α[κισχείλια καὶ εἰς τὸν τοῦ Σε]βαστοῦ φίσκον ἄλλα δη(νάρια) ͵ε. |
[ἡ δὲ προγεγραμμένη διάταξις ἔσ]τ̣ω κυρία εἰς τὸν ἅπαντα χρό- | |
[νον —, καθάπερ Ἀκουίλλι]ος Πρόκλ[ος, ὁ ε]ὐ̣[ε]ρ̣[γ]έ̣της | |
[καὶ ἀνθύπατο]ς, καὶ Ἀφράνιος Φλαουιανός, ὁ κράτιστος πρεσβευτὴς | |
κα̣[ὶ ἀντιστ]ρ̣άτηγος, διὰ ἐπιστολῶν περὶ ταύτης τῆς διατάξε- | |
330 | ως ἐπ̣εκύρωσα̣ν καὶ ὥρισαν τὸ προγεγραμμένον π[ρ]ό̣στειμ̣ον. |
Γ<ά>ϊος Οὐείβιος, Γαΐου υἱός, Ὠφεντείνα, Σαλουτάριος εἰ[σ]ενήνοχα | |
τὴν διάταξιν καὶ καθιέρωσα τὰ προγεγραμμένα. |