Letter of Antoninus Pius to [archontes] and boule of
Ephe[sos] concerning titles of Ephesos, Pergamon, and Smyrna; AD
140/144; found at Ephesos, text identical with Ephesos 196 and
197: Waddington, Mémoire sur la chronol. 253 (part); Wood, App.
5, no. 2 (part); GIBM 489 (part); Lafoscade, De epistulis 51
(part); Syll3 849; Abbott & Johnson 100; *IEph 1489.
[ ]
IEph 1489
1 | Αὐτοκράτωρ Κα[ῖσαρ θεοῦ Ἁδ]ριανοῦ |
υἱός, θεοῦ Τραιαν[οῦ Παρθικοῦ υἱων]ός, | |
θεοῦ Νέρουα ἔκγον[ος Τίτος Αἴλιος Ἁδρι]ανὸς | |
Ἀντωνεῖνος Σεβασ[τός, ἀρχιερεὺς μέ]γιστος, | |
5 | δημαρχικῆς ἐξουσία[ς τὸ —ʹ, αὐτοκράτωρ τὸ βʹ,] ὕπατος |
τὸ γʹ, πατὴρ πατρίδος Ἐφε[σίων τ]οῖς [ἄρχουσι καὶ τῆι] βουλῆι | |
❦ καὶ τ[ῶι δ]ή̣μωι χαίρ[ειν] | |
Περγαμηνο[ὺς ἀ]πε[δε]ξάμην ἐν τοῖς πρ̣[ὸς ὑμᾶς γ]ράμμασιν | |
χρησαμένο[υς το]ῖς ὀνόμ[α]σιν οἷς ἐγὼ χρῆσθαι τὴν πόλιν | |
10 | τὴν ὑμετέραν̣ [ἀπ]εφ[η]νάμην· οἶμαι δὲ καὶ Σμυρναίους κατὰ |
τύχην παραλ[ελ]οιπέναι ταῦτα ἐν τῷ περὶ τῆς συνθυσίας | |
ψηφίσματι, τοῦ λοιποῦ δὲ ἑκόντας εὐγνωμονήσειν, ἐὰν | |
καὶ ὑμεῖς ἐν τοῖς πρὸς αὐτοὺς γράμμασιν ὅν προσήκει | |
τρόπον καὶ κέκριται τῆς πόλεως αὐτῶν φαίνη[σθ]ε μεμνη- | |
15 | [μ]ένοι. τὸ ψήφισμα ἔπεμψεν Σουλπίκιος Ἰουλιανὸς ὁ ἐπ[ίτ]ροπός μου. |
εὐτυχεῖτε. | |
[τὸ] δὲ ψήφισμα ἐποίησεν γραμματεύων Πό(πλιος) Οὐήδιος Ἀντω[νε]ῖνος |