2nd copy of letter of emperor concerning duties of logistes; 2; found at Ephesos, text identical with Ephesos 187: Keil, JÖAI 27, 1932 Beibl. 18-25; AnnEpig 1932, 50; *IEph 16; **Oliver, AJP 100, 1979, 556 (l. 11); SEG 29, 1107.  
[ ] IEph 16
1 [—]κοσιν, ἤρξαντο δὲ αὐτῶν οἱ λογισμοὶ τυνχάνειν ἐξετάσεως, [τὸν λο]-
[γιστὴν αὐ]τὸν τούτους περαίνειν· καὶ τοῦτο ὁμοίως μὲν φυλάττειν ἐπὶ τῶν
[ζώντων,] ὁμοίως δὲ ἐπὶ τῶν τετελευτηκότων· τῶν δὲ τεθνηκότων οὐκ εἰ
[ἦρξε]ν πρὸ ἐτῶν δέκα, ἐτελεύτησεν δὲ ἐντὸς τῶν δέκα, ἀνυπεύθυνος
5 [ἔστ]αι, ἀλλὰ εἴ τις πρὸ τῶν δέκα ἐτῶν ἐτελεύτησεν, τούτου οἱ κληρονό-
[μοι] τοὺς λογισμοὺς οὐχ ὑφέξουσιν· εἰ μέντοι τὰς καλουμένας λοιπογρα-
[φὰς] ἑαυτοῖς προσῆψαν, εἴτε τῶν ζώντων τινὲς εἴτε τῶν τετελευτη-
[κό]των, ταῦτα δηλονότι ὡς ὀφλήματα ὁ λογιστὴς ἀπαιτήσει· ἐπεὶ δὲ
[οἶδα ἐν] τῷ τοιούτῳ ῥαδίως τινὰς ἐπὶ τὰς ἐπικλήσεις ἀπατῶντας ἐνπο-
10 [δίζει]ν τοὺς λογισμούς, ἐνετειλάμην καὶ τοῦτο, ὅπως μηδενὸς ἐπικλήσεις
[πρὸ ἀπ]οφάσεως λαμβάνοι· ἄριστα δὲ ποιήσουσιν
καὶ οἱ τὰς εὐθύνας ὀφείλοντε[ς]
[εὐθὺς δό]ντες τοὺς λογισμούς, ἵνα αὐτοί τε θᾶττον ἀπαλλαγεῖεν τῶν πραγ[μάτων]
[ἥ τε πό]λις κομίσαιτο τὰ αὐτῆς ὅ τε λογιστὴς θᾶττον ἐπιδείξαιτό μοι τὰ δι[ο]ι-
[κονομηθέν]τα ὑπ’ αὐτοῦ· δῆλον γὰρ ὅτι ἐνχειρισθεὶς ὑπ’ ἐμοῦ
15 [τῆς πρώτης κα]ὶ μεγίστης μητροπ[όλεως τῆς Ἀσίας προ]-
[στασίαν παρέξεταί τινα σπουδήν, ὥστε —]
Search Help
Contact Us