Decree of [bo]ule and demos of Ephesos making month of
Artemision holy; AD 162/164; found at Ephesos: CIG 2954 (part);
LW 137 and 140; GIBM 482B; Syll3 867b; Sokolowski, LSAM 31; SEG
15, 696; *IEph 24B (PH).
[ ]
IEph 24B
1 | [ἔδ]οξεν τῆς πρώτης καὶ με[γίστης] |
[μητρ]οπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκ̣[όρου τῶν] | |
[Σεβα]σ̣τῶν καὶ φιλοσεβάστου Ἐφε̣[σίων πόλεως] | |
[τῇ βο]υλῇ καὶ τῷ δήμῳ περὶ ὧν εἰσηγή̣[σατο] | |
5 | [․․․ Λ]αβέριος Ἄμοινος φιλοσέβαστος, ὁ γραμμ[ατεὺς] |
[τοῦ δ]ή̣μου· ἐπεψήφισαν δὲ οἱ στ[ρ]ατηγοὶ τῆς | |
πόλεως φιλοσέβαστοι· | |
[ἐπειδὴ ἡ π]ροεστῶσα τῆς πόλεως ἡμῶν θεὸς Ἄρτε[μις] | |
[οὐ μόνον] ἐν τῇ ἑαυτῆς πατρίδι τ̣ε̣ιμᾶται, ἣν ἁ[πασῶν] | |
10 | [τῶν πόλεων] ἐνδοξοτέραν διὰ τῆς ἰδίας θειότητ[ος πεποίη]- |
[κεν, ἀ]λλὰ καὶ παρ̣ὰ̣ [Ἕλλησίν τε κ]α̣ὶ̣ [β]α̣ρ̣β̣ά̣ρ̣[ο]ις, ὥ[στε παν]- | |
ταχοῦ ἀνεῖσθαι αὐτῆς ἱερά τε κα[ὶ τεμένη, ναοὺς δὲ] | |
αὐτῇ τε εἱδρύσθαι καὶ βωμοὺς αὐτῇ ἀνακεῖσθαι διὰ | |
τὰς ὑπ’ αὐτῆς γεινομένας ἐναργεῖς ἐπιφανείας, | |
15 | καὶ τοῦτο δὲ μέγιστον τοῦ περὶ αὐτὴν σεβασ- |
μοῦ ἐστιν τεκμήριον, τὸ ἐπώνυμον αὐτῆς | |
εἶναι μῆνα καλούμενον παρ̣’ ἡ̣[μ]ῖν μὲν Ἀρτεμισ[ι]- | |
ῶνα, παρὰ δὲ Μακεδόσιν καὶ τοῖς λοιποῖς ἔθνεσιν | |
τοῖς Ἑλληνικοῖς καὶ ταῖς ἐν αὐταῖς πόλεσιν | |
20 | Ἀ̣ρτεμίσιον, ἐν ᾧ μηνὶ πανηγύρεις τε καὶ ἱερο- |
μηνίαι ἐπιτελοῦνται, διαφερόντως δὲ ἐν̣ [τῇ] | |
ἡμετέρᾳ πόλει τῇ τροφῷ τῆς ἰδίας θεοῦ τῆς Ἐφ[εσί]- | |
ας, προσῆκον δὲ εἶναι ἡγούμενος ὁ δῆμος [ὁ] | |
Ἐφεσίων ὅλον τὸν μῆνα τὸν ἐπώνυμον τοῦ θ̣[είου] | |
25 | ὀνόματος εἶναι ἱερὸν καὶ ἀνακεῖσθαι τῇ θεῷ |
ἐδοκίμασεν διὰ τοῦδε τοῦ ψηφίσματος [διατιθέ]- | |
ναι τὴν περὶ αὐτοῦ θρησκείαν· διὸ δεδόχ[θαι] | |
[ὅ]λον τὸν μῆνα τὸν Ἀρτεμισιῶ̣να εἶνα[ι ἱερὸν πάσας] | |
[τ]ὰς ἡμέρας, ἄγεσθαι δὲ ἐπ’ αὐταῖς μην[ός τε καὶ] | |
30 | [δι’] ἔτ̣ους τὰς ἑορτὰς καὶ τὴν τῶν Ἀρτεμ[ισίων πανή]- |
[γ]υριν καὶ τὰς ἱερομηνίας, ἅτε τοῦ μηνὸς ὅ[λου ἀνακειμέ]- | |
ν̣ου τῇ θεῷ· οὕτω γὰρ ἐπὶ τὸ ἄμεινον τῆς [θεοῦ τιμωμέ]- | |
[ν]ης ἡ πόλις ἡμ[ῶν ἐ]νδοξοτέρα τε καὶ εὐδ[αιμονεστέρα] | |
εἰς τὸ[ν ἅπα]ντα διαμενεῖ χ[ρόνον.] |