Decree of [bo]ule and demos of Ephesos making month of Artemision holy; AD 162/164; found at Ephesos: CIG 2954 (part); LW 137 and 140; GIBM 482B; Syll3 867b; Sokolowski, LSAM 31; SEG 15, 696; *IEph 24B (PH).  
[ ] IEph 24B
1 [ἔδ]οξεν τῆς πρώτης καὶ με[γίστης]
[μητρ]οπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκ̣[όρου τῶν]
[Σεβα]σ̣τῶν καὶ φιλοσεβάστου Ἐφε̣[σίων πόλεως]
[τῇ βο]υλῇ καὶ τῷ δήμῳ περὶ ὧν εἰσηγή̣[σατο]
5 [․․․ Λ]αβέριος Ἄμοινος φιλοσέβαστος, ὁ γραμμ[ατεὺς]
[τοῦ δ]ή̣μου· ἐπεψήφισαν δὲ οἱ στ[ρ]ατηγοὶ τῆς
πόλεως φιλοσέβαστοι·
[ἐπειδὴ ἡ π]ροεστῶσα τῆς πόλεως ἡμῶν θεὸς Ἄρτε[μις]
[οὐ μόνον] ἐν τῇ ἑαυτῆς πατρίδι τ̣ε̣ιμᾶται, ἣν ἁ[πασῶν]
10 [τῶν πόλεων] ἐνδοξοτέραν διὰ τῆς ἰδίας θειότητ[ος πεποίη]-
[κεν, ἀ]λλὰ καὶ παρ̣ὰ̣ [Ἕλλησίν τε κ]α̣ὶ̣ [β]α̣ρ̣β̣ά̣ρ̣[ο]ις, ὥ[στε παν]-
ταχοῦ ἀνεῖσθαι αὐτῆς ἱερά τε κα[ὶ τεμένη, ναοὺς δὲ]
αὐτῇ τε εἱδρύσθαι καὶ βωμοὺς αὐτῇ ἀνακεῖσθαι διὰ
τὰς ὑπ’ αὐτῆς γεινομένας ἐναργεῖς ἐπιφανείας,
15 καὶ τοῦτο δὲ μέγιστον τοῦ περὶ αὐτὴν σεβασ-
μοῦ ἐστιν τεκμήριον, τὸ ἐπώνυμον αὐτῆς
εἶναι μῆνα καλούμενον παρ̣’ ἡ̣[μ]ῖν μὲν Ἀρτεμισ[ι]-
ῶνα, παρὰ δὲ Μακεδόσιν καὶ τοῖς λοιποῖς ἔθνεσιν
τοῖς Ἑλληνικοῖς καὶ ταῖς ἐν αὐταῖς πόλεσιν
20 Ἀ̣ρτεμίσιον, ἐν ᾧ μηνὶ πανηγύρεις τε καὶ ἱερο-
μηνίαι ἐπιτελοῦνται, διαφερόντως δὲ ἐν̣ [τῇ]
ἡμετέρᾳ πόλει τῇ τροφῷ τῆς ἰδίας θεοῦ τῆς Ἐφ[εσί]-
ας, προσῆκον δὲ εἶναι ἡγούμενος ὁ δῆμος [ὁ]
Ἐφεσίων ὅλον τὸν μῆνα τὸν ἐπώνυμον τοῦ θ̣[είου]
25 ὀνόματος εἶναι ἱερὸν καὶ ἀνακεῖσθαι τῇ θεῷ
ἐδοκίμασεν διὰ τοῦδε τοῦ ψηφίσματος [διατιθέ]-
ναι τὴν περὶ αὐτοῦ θρησκείαν· διὸ δεδόχ[θαι]
[ὅ]λον τὸν μῆνα τὸν Ἀρτεμισιῶ̣να εἶνα[ι ἱερὸν πάσας]
[τ]ὰς ἡμέρας, ἄγεσθαι δὲ ἐπ’ αὐταῖς μην[ός τε καὶ]
30 [δι’] ἔτ̣ους τὰς ἑορτὰς καὶ τὴν τῶν Ἀρτεμ[ισίων πανή]-
[γ]υριν καὶ τὰς ἱερομηνίας, ἅτε τοῦ μηνὸς ὅ[λου ἀνακειμέ]-
ν̣ου τῇ θεῷ· οὕτω γὰρ ἐπὶ τὸ ἄμεινον τῆς [θεοῦ τιμωμέ]-
[ν]ης ἡ πόλις ἡμ[ῶν ἐ]νδοξοτέρα τε καὶ εὐδ[αιμονεστέρα]
εἰς τὸ[ν ἅπα]ντα διαμενεῖ χ[ρόνον.]
Search Help