Decree of boule and demos of Ephesos concerning celebration of birthday of Antoninus Pius; AD 138; found at Ephesos: Mommsen, JÖAI 3, 1900, 1-3 (PH, part) (=Ges. Schr. 5, 532-539); Cagnat & Besnier, RA 37, 1900, 351-352; OGIS 493I; FiE II no. 19I; Hüttl 351-352; SEG 15, 695; *IEph 21I.  
[ ] IEph 21I
1 [ἔδ]οξεν τῶν πρώ[των]
τῆς Ἀσίας καὶ δὶ[ς]
νεωκόρων καὶ φι[λοσε]-
βάστων Ἐφεσίων τῆ[ι]
5 βουλῆι καὶ τῷ δήμῳ·
περὶ ὧν ἐνεφάνισ[εν]
Λούκιος Κερρείνιος, [Λου]-
κίου υἱός, Οὐλτινία, Π[αῖτος]
φιλοσέβαστος, ἀποδε[δει]-
10 γμένος γραμματεὺ[ς τοῦ]
δήμου, παρόντων τ[οῦ]
γραμματέως τοῦ δή[μου]
Ποπλίου Καρσιδίου Ἐπιφ[ανοῦς]
φιλοσεβάστου καὶ τῶν στρ[ατηγῶν]
15 τῆς πόλεως φιλοσεβάστ[ων·]
ἐπειδὴ κατὰ τὰς κοινὰς τῆς οἰ[κουμένης]
εὐχὰς ὁ θειότατος καὶ εὐσε[βέστατος]
αὐτοκράτωρ Τίτος Αἴλιος Ἀντ[ωνεῖνος]
τὴν παρὰ τοῦ θεοῦ πατρὸς πα[ραδοθεῖσαν]
20 αὐτῷ βασιλείαν παραλαβὼν π[ᾶν μὲν τὸ τῶν]
ἀνθρώπων ἀνασώζει γένος, ἐξ[αιρέτως δὲ τὴν]
ἡμετέραν πόλιν εἰς ἐπίδοσι[ν τοῦ ἀξιώματος]
ἀγείωχεν, γενόμενος ἡμεῖ[ν, καθ’ ὃν τῆς Ἀσίας]
ἡγεμόνευεν χρόνον, πολλῶ[ν καὶ μεγίστων]
25 ἀγαθῶν αἴτιος, δεδόχθαι κ[ατ’ ἔτος ἕκαστον]
ἑορτάζειν τὴν γενέθλιον αὐ[τοῦ καὶ πᾶσιν]
ἀνθρώποις αἰτίαν ἀγαθῶν ἡμέ[ραν· τὸν δὲ ἑκάσ]-
τοτε ἀποδεδειγμένον γρα[μματέα τοῦ δήμου]
διανέμειν τοῖς πολείταις [πᾶσιν εἰς πέντε]
30 ἡμέρας ἐκ τῶν δημοσίων τ[ῶν εἰς τὰς θυσίας καθ’]
ἑκάστην ἑκάστῳ δηνάριο[ν ἓν καὶ θέας ἐπὶ]
πέντε ἄγειν ἡμέρας· καὶ [ταῦτα μὲν εἰσαεὶ]
καὶ πάντα γείνεσθαι κατ[ὰ τὰ] ν[ῦν εἰσηγηθέντα]
ὑπὸ Κερρεινίου Παίτου το[ῦ γ]ραμματέως, τὸ [δὲ]
35 ψήφισμα ἐν στήλλαις [․ʹ ἀν]αγεγράφθαι κα[ὶ]
εἰς ἅπαντα εἶναι τ[ὸν χρ]όνον κύριον,
ὅπως ἂν ὁ τῆς πό[λεω]ς τρόπος δῆλος ᾖ
καὶ τοῖς νῦν καὶ τοῖς ὕστ[ερον] ἐσομένοις καὶ ὅτι,
καθ’ ὅσον ἀνθρώποις δυ[να]τόν ἐστιν τὰς
40 παρὰ τῶν θεῶν εὐεργε[σία]ς ἀμείβεσθαι, δια-
τελοῦμεν προθύμω[ς ἀ]μειβόμενοι.
Search Help
Contact Us