Decree of demos (of Ephesos) deferring and annulling legal actions and providing incentives in war against Mithradates; 86/85 BC; found at Ephesos: LW 136a ll. 20-62; Hicks 205, 21-63; Dareste & Haussoullier & Reinach 4; Reinach, Mithradates Eupator, Anhang no. 13; Michel 496, 20-62; Syll3 742II; Asheri, SCO 18, 1969, 71-73, App. III 114-117 (PH); Bogaert, Epigraphica 3, 44, ll. 21-63; *IEph 8, ll. 20-62 (PH) and Add. p. 1.  
[ ] IEph 8.20-62 + Add. p. 1
20 ἔδοξεν τῶι δήμωι, γνώμη προέδρων καὶ τοῦ γραμματέως τοῦ
βουλῆς Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου τοῦ Εὐβουλίδου, εἰσαγ-
[γ]ειλαμένων τῶν στρατηγῶν· ἐπεὶ τῶν μεγίστων κινδύνων ἐ-
παγομένων τῶι τε ἱερῶι τῆς Ἀρτέμιδος καὶ τῆι πόλει καὶ πᾶσι τοῖς πολεί-
ταις καὶ τοῖς κατοικοῦσιν τήν τε πόλιν καὶ τὴν χώραν, ἀναγκαῖόν ἐστι
25 πάντας ὁμονοήσαντας ὑ̣[πο]στῆναι τὸν κίνδυνον, δεδόχθαι τῶι δή-
μωι, τοῦ πράγματος ἀνήκοντ[ος εἰς] τὴν φυλακὴν καὶ ἀσφάλειαν καὶ σωτ[η]-
ρίαν τοῦ τε ἱεροῦ τῆς Ἀρτέμ[ιδος καὶ] τῆς πόλεως καὶ τῆς χώρας.  τοὺς
μὲν ἐκγεγραμμένους ἢ παρα[γεγραμ]μένους ὑπὸ λογιστῶν ἱερῶν ἢ δ[η]-
μοσίων ὡιτινιοῦν τρόπωι πά[λιν εἶ]ναι ἐντίμους καὶ ἠκυρῶσθαι τὰς κα-
30 [τ’] αὐτῶν ἐκγραφὰς καὶ ὀφειλήμ[ατα], τοὺς δὲ παραγεγραμμένους πρὸς [ἱε]-
[ρ]ὰς καταδίκας ἢ δημοσίας ἢ ἐπίτειμα ἱερὰ ἢ δημόσια ἢ ἄλλα ὀφειλήματ[α]
ὡιτινιοῦν τρόπωι παρεῖσθαι πάντας καὶ εἶναι ἀκύρους τὰς κατ’ αὐτῶν
πράξεις· εἰ δέ τινες ἔνεισιν ἐν ταῖς ἱεραῖς μισθώσεσιν ἢ δημοσίαις ὠ-
ναῖς μέχρι τοῦ νῦν, τούτοις ἑστάναι τὰς πράξεις κατὰ τὰς προϋπαρχούσας
35 οἰκονομίας κατὰ τοὺς νόμους· ὅσα δὲ ἱερὰ δεδάνεισται, πάντας τοὺ[ς]
ὀφείλοντας καὶ χειρίζοντας ἀπολελύσθαι ἀπὸ τῶν ὀφειλημάτων, πλὴ[ν]
τῶν ὑπὸ τῶν συστεμάτων ἢ τῶν ἀποδεδειγμένων ὑπ’ αὐτῶν ἐκδανεισ-
[τ]ῶν ἐπὶ ὑποθήκαις δεδανεισμένων, τούτων δὲ παρεῖσθαι τοὺς τόκους ἀπὸ
τοῦ εἰσιόντος ἐνιαυτοῦ, ἕως ἂν ὁ δῆμος εἰς καλλίονα παραγένηται κατάσ[τα]-
40 σιν· καὶ εἴ τινες δὲ πεπολιτογράφηνται μέχρι τῶν νῦν χρόνων, εἶναι πάντας ἐ[ν]-
τίμους καὶ τῶν αὐτῶν μετέχειν φιλανθρώπων· λελύσθαι δὲ καὶ εἶναι ἀκύρο[υς]
τάς τε ἱερὰς καὶ δημοσίας δίκας, εἰ μή τινές εἰσιν ὑπὲρ παρορισμῶν χώρας ἢ δι’ ἀμφσ]-
βητήσεως κληρονομίας ἐζευγμέναι· εἶναι δὲ καὶ τοὺς ἰσοτελεῖς καὶ παροίκους
καὶ ἱεροὺς καὶ ἐξελευθέρους καὶ ξένους, ὅσοι ἂν ἀναλάβωσιν τὰ ὅπλα καὶ πρὸς το[ὺς]
45 ἡγεμόνας ἀπογράψωνται, πάντας πολίτας ἐφ’ ἴσῃ καὶ ὁμοίαι, ὧν καὶ τὰ ὀνόματα [δια]-
σαφησάτωσαν οἱ ἡγεμόνες τοῖς προέδροις καὶ τῶι γραμματεῖ τῆς βουλῆς, οἳ
καὶ ἐπικληρωσάτωσαν αὐτοὺς εἰς φυλὰς καὶ χιλιαστῦς· τοὺς δὲ δημοσίους
ἐλευθέρους τε καὶ παροίκους, τοὺς ἀναλαβόντας τὰ ὅπλα· προελθόντες
δὲ εἰς τὸν δῆμον καὶ οἱ δεδανεικότες <κατὰ> τὰ συμβόλαια τά τε ναυτικὰ καὶ κατὰ χειρό-
50 γραφα καὶ κατὰ παραθήκας καὶ ὑποθήκας καὶ ἐπιθήκας καὶ κατὰ ὠνὰς καὶ ὁμολογί-
[α]ς καὶ διαγραφὰς καὶ ἐκχρήσεις πάντες ἀσμένως καὶ ἑκουσίως συνκαταθέμε-
[νοι] τῶι δήμωι, ἀπέλυσαν τοὺς χρεοφιλέτας τῶν ὀφειλημάτων, μενουσῶν τῶν
[․c.6․․]αι διακατοχῶν παρὰ τοῖς νῦν διακατέχουσιν, εἰ μή τινες ἢ ἐνθάδε ἢ ἐπε-
[․․․c.10․․․]ενοις δεδανείκασιν ἢ συνηλλάχασιν· τὰ δὲ πρὸς τοὺς τραπεζεί-
55 [τας, ὅσοι μὲν ἐν τῶι ἐ]φ̣’ ἕτος ἐνιαυτῶι τεθεματίκασιν ἢ ἐκχρήσεις εἰλήφασιν ἢ ἐνέ-
[χυρα δεδώκασιν, ἑστά]ναι αὐτοῖς τὰς πράξεις τὰς προϋπαρχούσας κατὰ τοὺς
[νόμους· ὅσα δέ ἐστιν θέμα]τα ἢ ἐκχρήσεις ἐκ τῶν ὑπεράνω χρόνων, τούτων
[οἱ τραπεζεῖται τοῖς θεματείται]ς καὶ οἱ θεματεῖται τοῖς τραπεζείταις τὰς ἀ-
[ποδόσεις ποιείσθωσαν κατὰ μέρος ἀπὸ] το̣ῦ εἰσι{ον}όντος {²⁶εἰσιόντος}²⁶ ἐνιαυτοῦ ἐν ἔτεσιν δέ-
60 [κα, τοὺς δὲ τόκους ἀποτινέτωσαν κατὰ τ]ὸ ἀνάλογον· ἐὰν δὲ ἔν τινι ἐνια-
[υτῶι — ἀπο]δ̣όντος τὰς ἐν τοῖς νόμοις̣
[—]ος ἐπ’ ἐνεχύροις ε[․]
Search Help
Contact Us