Decree of demos (of Ephesos) deferring and annulling legal
actions and providing incentives in war against Mithradates;
86/85 BC; found at Ephesos: LW 136a ll. 20-62; Hicks 205, 21-63;
Dareste & Haussoullier & Reinach 4; Reinach, Mithradates
Eupator, Anhang no. 13; Michel 496, 20-62; Syll3 742II; Asheri,
SCO 18, 1969, 71-73, App. III 114-117 (PH); Bogaert, Epigraphica
3, 44, ll. 21-63; *IEph 8, ll. 20-62 (PH) and Add. p. 1.
[ ]
IEph 8.20-62 + Add. p. 1
| 20 | ἔδοξεν τῶι δήμωι, γνώμη προέδρων καὶ τοῦ γραμματέως τοῦ |
| βουλῆς Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου τοῦ Εὐβουλίδου, εἰσαγ- | |
| [γ]ειλαμένων τῶν στρατηγῶν· ἐπεὶ τῶν μεγίστων κινδύνων ἐ- | |
| παγομένων τῶι τε ἱερῶι τῆς Ἀρτέμιδος καὶ τῆι πόλει καὶ πᾶσι τοῖς πολεί- | |
| ταις καὶ τοῖς κατοικοῦσιν τήν τε πόλιν καὶ τὴν χώραν, ἀναγκαῖόν ἐστι | |
| 25 | πάντας ὁμονοήσαντας ὑ̣[πο]στῆναι τὸν κίνδυνον, δεδόχθαι τῶι δή- |
| μωι, τοῦ πράγματος ἀνήκοντ[ος εἰς] τὴν φυλακὴν καὶ ἀσφάλειαν καὶ σωτ[η]- | |
| ρίαν τοῦ τε ἱεροῦ τῆς Ἀρτέμ[ιδος καὶ] τῆς πόλεως καὶ τῆς χώρας. τοὺς | |
| μὲν ἐκγεγραμμένους ἢ παρα[γεγραμ]μένους ὑπὸ λογιστῶν ἱερῶν ἢ δ[η]- | |
| μοσίων ὡιτινιοῦν τρόπωι πά[λιν εἶ]ναι ἐντίμους καὶ ἠκυρῶσθαι τὰς κα- | |
| 30 | [τ’] αὐτῶν ἐκγραφὰς καὶ ὀφειλήμ[ατα], τοὺς δὲ παραγεγραμμένους πρὸς [ἱε]- |
| [ρ]ὰς καταδίκας ἢ δημοσίας ἢ ἐπίτειμα ἱερὰ ἢ δημόσια ἢ ἄλλα ὀφειλήματ[α] | |
| ὡιτινιοῦν τρόπωι παρεῖσθαι πάντας καὶ εἶναι ἀκύρους τὰς κατ’ αὐτῶν | |
| πράξεις· εἰ δέ τινες ἔνεισιν ἐν ταῖς ἱεραῖς μισθώσεσιν ἢ δημοσίαις ὠ- | |
| ναῖς μέχρι τοῦ νῦν, τούτοις ἑστάναι τὰς πράξεις κατὰ τὰς προϋπαρχούσας | |
| 35 | οἰκονομίας κατὰ τοὺς νόμους· ὅσα δὲ ἱερὰ δεδάνεισται, πάντας τοὺ[ς] |
| ὀφείλοντας καὶ χειρίζοντας ἀπολελύσθαι ἀπὸ τῶν ὀφειλημάτων, πλὴ[ν] | |
| τῶν ὑπὸ τῶν συστεμάτων ἢ τῶν ἀποδεδειγμένων ὑπ’ αὐτῶν ἐκδανεισ- | |
| [τ]ῶν ἐπὶ ὑποθήκαις δεδανεισμένων, τούτων δὲ παρεῖσθαι τοὺς τόκους ἀπὸ | |
| τοῦ εἰσιόντος ἐνιαυτοῦ, ἕως ἂν ὁ δῆμος εἰς καλλίονα παραγένηται κατάσ[τα]- | |
| 40 | σιν· καὶ εἴ τινες δὲ πεπολιτογράφηνται μέχρι τῶν νῦν χρόνων, εἶναι πάντας ἐ[ν]- |
| τίμους καὶ τῶν αὐτῶν μετέχειν φιλανθρώπων· λελύσθαι δὲ καὶ εἶναι ἀκύρο[υς] | |
| τάς τε ἱερὰς καὶ δημοσίας δίκας, εἰ μή τινές εἰσιν ὑπὲρ παρορισμῶν χώρας ἢ δι’ ἀμφ[ισ]- | |
| βητήσεως κληρονομίας ἐζευγμέναι· εἶναι δὲ καὶ τοὺς ἰσοτελεῖς καὶ παροίκους | |
| καὶ ἱεροὺς καὶ ἐξελευθέρους καὶ ξένους, ὅσοι ἂν ἀναλάβωσιν τὰ ὅπλα καὶ πρὸς το[ὺς] | |
| 45 | ἡγεμόνας ἀπογράψωνται, πάντας πολίτας ἐφ’ ἴσῃ καὶ ὁμοίαι, ὧν καὶ τὰ ὀνόματα [δια]- |
| σαφησάτωσαν οἱ ἡγεμόνες τοῖς προέδροις καὶ τῶι γραμματεῖ τῆς βουλῆς, οἳ | |
| καὶ ἐπικληρωσάτωσαν αὐτοὺς εἰς φυλὰς καὶ χιλιαστῦς· τοὺς δὲ δημοσίους | |
| ἐλευθέρους τε καὶ παροίκους, τοὺς ἀναλαβόντας τὰ ὅπλα· προελθόντες | |
| δὲ εἰς τὸν δῆμον καὶ οἱ δεδανεικότες <κατὰ> τὰ συμβόλαια τά τε ναυτικὰ καὶ κατὰ χειρό- | |
| 50 | γραφα καὶ κατὰ παραθήκας καὶ ὑποθήκας καὶ ἐπιθήκας καὶ κατὰ ὠνὰς καὶ ὁμολογί- |
| [α]ς καὶ διαγραφὰς καὶ ἐκχρήσεις πάντες ἀσμένως καὶ ἑκουσίως συνκαταθέμε- | |
| [νοι] τῶι δήμωι, ἀπέλυσαν τοὺς χρεοφιλέτας τῶν ὀφειλημάτων, μενουσῶν τῶν | |
| [․c.6․․]αι διακατοχῶν παρὰ τοῖς νῦν διακατέχουσιν, εἰ μή τινες ἢ ἐνθάδε ἢ ἐπε- | |
| [․․․c.10․․․]ενοις δεδανείκασιν ἢ συνηλλάχασιν· τὰ δὲ πρὸς τοὺς τραπεζεί- | |
| 55 | [τας, ὅσοι μὲν ἐν τῶι ἐ]φ̣’ ἕτος ἐνιαυτῶι τεθεματίκασιν ἢ ἐκχρήσεις εἰλήφασιν ἢ ἐνέ- |
| [χυρα δεδώκασιν, ἑστά]ναι αὐτοῖς τὰς πράξεις τὰς προϋπαρχούσας κατὰ τοὺς | |
| [νόμους· ὅσα δέ ἐστιν θέμα]τα ἢ ἐκχρήσεις ἐκ τῶν ὑπεράνω χρόνων, τούτων | |
| [οἱ τραπεζεῖται τοῖς θεματείται]ς καὶ οἱ θεματεῖται τοῖς τραπεζείταις τὰς ἀ- | |
| [ποδόσεις ποιείσθωσαν κατὰ μέρος ἀπὸ] το̣ῦ εἰσι{ον}όντος {²⁶εἰσιόντος}²⁶ ἐνιαυτοῦ ἐν ἔτεσιν δέ- | |
| 60 | [κα, τοὺς δὲ τόκους ἀποτινέτωσαν κατὰ τ]ὸ ἀνάλογον· ἐὰν δὲ ἔν τινι ἐνια- |
| [υτῶι — ἀπο]δ̣όντος τὰς ἐν τοῖς νόμοις̣ | |
| [—]ος ἐπ’ ἐνεχύροις ε[․] |