Decree of demos (of Ephesos) instructing strategoi,
grammateus of boule, and prohedroi to propose decree concerning
incentives in war against Mithradates; 86/85 BC; found at
Ephesos: LW 136a ll. 1-19; Hicks 205; Dareste & Hausoullier &
Reinach 4; Reinach, Mithradates Eupator, Anhang no. 13; Michel
496, ll. 1-19; Syll3 742I; Asheri, SCO 18, 1969, 71-73, App. III
114-117 (PH); Bogaert, Epigraphica 3, no. 44, ll. 1-20; *IEph 8,
ll. 0-19 (PH).
[ ]
IEph 8.0-19
0 | [— ἐπειδή, τοῦ δήμου] |
[φυλάσσον]τος τὴν πρὸς Ῥωμαίους τοὺς κο[ινοὺς σωτῆρας πα]- | |
[λαιὰν εὔν]οιαν καὶ ἐν πᾶσιν τοῖς ἐπιτασσομέ[νοις προθύμως] | |
[πειθαρχ]οῦντος, Μιθραδάτης Καππαδοκί[ας βασιλεὺς παρα]- | |
[βὰς τὰς π]ρὸς Ῥωμαίους συνθήκας καὶ συναγαγὼ[ν τὰς δυνάμεις ἐ]- | |
5 | [πεχείρη]σεν κύριος γενέσθαι τῆς μηθὲν ἑαυτῶι προ[σηκούσης] |
[χώρα]ς, καὶ προκαταλαβόμενος τὰς προκειμένας ἡμῶν πό[λεις ἀ]- | |
[πάτ]ῃ, ἐκράτησεν καὶ τῆς ἡμετέρας πόλεως καταπληξάμενος | |
[τῶι] τε πλήθει τῶν δυνάμεων καὶ τῶι ἀπροσδοκήτωι τῆς ἐπιβολῆς, | |
[ὁ] δὲ δῆμος ἡμῶν ἀπὸ τῆς ἀρχῆς συνφυλάσσων τὴν πρὸς Ῥωμαί- | |
10 | ους εὔνοιαν, ἐσχηκὼς καιρὸν πρὸς τὸ βοηθεῖν τοῖς κοινοῖς πράγμα- |
σιν, κέκρικεν ἀναδεῖξαι τὸν πρὸς Μιθραδάτην πόλεμον ὑπέρ | |
τε τῆς Ῥωμαίων ἡγεμονίας καὶ τῆς κοινῆς ἐλευθερίας, ὁμο- | |
θυμαδὸν πάντων τῶν πολιτῶν ἐπιδεδωκότων ἑαυτοὺς εἰς τοὺ[ς] | |
[π]ερὶ τούτων ἀγῶνας, διὸ δεδόχθαι τῶι δήμωι, τοῦ πράγματος [ἀ]- | |
15 | νήκοντος εἴς τε τὸν πόλεμον καὶ εἰς τὴν φυλακὴν καὶ ἀσφάλειαν κα[ὶ] |
σωτηρίαν τοῦ τε ἱεροῦ τῆς Ἀρτέμιδος καὶ τῆς πόλεως καὶ τῆς χώ- | |
[ρ]ας, τοὺς στρατηγοὺς καὶ τὸν γραμματέα τῆς βουλῆς καὶ τοὺς | |
προέδρους εἰσενεγκεῖν ψήφισμα παραχρῆμα καὶ περὶ φιλανθρώπων | |
καθότι συμφέρειν, καὶ περὶ τούτου διέλαβεν ὁ δῆμος. |