Honorary decree of demos (of Ephesos) for Skythes Archidamou; IVe/I; found at Ephesos: LW 136b; Roehl, Beiträge 12-13; Wilhelm, Arch.-epig. Mitt. aus Öster. 20, 1897, 61-62; *IEph 1390.  
[ ] IEph 1390
1 [ἐπὶ πρυτάνεως Βαδρομίου — ἐπειδὴ Σκύθης Ἀρχιδάμου —]
[χρήσιμος γέγονε τοῖς ἐντυγχά]νουσιν τῶν πολιτῶν, ἐκτε[νῶς] καὶ ἐξ ἑτοίμου παρελθ[ὼν —]
[καθὼς δί]κα[ιόν] τε καὶ [ἐ]πιβάλ[λ]ον ἐστὶν ἀνδρὶ φιλοπολίτηι καὶ φροντίζοντι δόξης καὶ τῆς παρὰ τοῖς πολίταις [εὐφη]-
[μίας· ἐφ’ οἷς] ὁ δῆμος εὐχάριστος ὢν καὶ ἐπεγνωκὼς τὴν τοῦ ἀνδρὸς καλοκαγαθίαν ἔκρινεν ἐπαινέσαι Σκύθην ἐφ’ ἧ[ι ἔχει]
5 [σπουδ]ῆι καὶ προνοίαι περί τε τὰ ἱερὰ καὶ δημόσια πράγματα καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφίσματος δηλούμενα καὶ σ[τεφα]-
[νῶσαι αὐ]τὸν χρυσῶι στεφάνωι ἐν τοῖς Διονυσίοις τοῖς μετὰ Βαδρόμιον πρύτανιν ἐν τῶι ἀγῶνι τῶν ἀνδρῶν γενομέν[ης ἀν]-
[αγγε]<λί>ας τῆσ<δε>· "ὁ δῆμος στεφανοῖ Σκύθην Ἀρχιδάμου ἄνδρα καλὸν καὶ ἀγαθὸν ὄντα καὶ εὔνουν τῆι πόλει"· ἵνα δὲ κα[ὶ —]
[—]η εἰδότες πάντες ἣν εἰσφέρεται σπουδὴν ὁ δῆμος ὑπὲρ τῆς τῶν ἀρίστων ἀνδρῶν τιμῆς ζηλωταὶ τῶν κε[—]
[γίνωνται —] καὶ προθύμως ἐπιδιδῶσιν ἑαυτοὺ̣ς [—]αρ[—]
10 [—]αι Σκύθην καὶ εἰκόνα χαλκῆν [στῆσαι ἐν τ]ῶι τῆς Ἀρτέμιδος [ἱερῶι —]
Search Help