Honorary decree of [b]oule and demos (of Ephesos) for prytanis Dio[ny]siodoros Dionys[i]ou, with list of Kouretes; AD 105/120; found at Ephesos: *IEph 1024; FiE IX 1 no. B24 (PH).  
[ ] IEph 1024
1 [ἔ]δοξεν τ[ῇ β]ουλῇ καὶ τῷ δήμῳ φιλοσεβάστοις, περὶ ὧν ἐνεφάνισαν
ὅ τε γραμματεὺς τοῦ [δ]ήμου Κλαύδιος Πρωρόσιος καὶ οἱ στρατηγοὶ τῆς πόλεως φιλοσέβαστοι·
ἐπεὶ ὁ πρύτανις Διο[νυ]σόδωρος Διονυσ[ί]ου φιλοσέβαστος σὺν τοῖς ἄλλοις οἷς ἢ διὰ φιλοδοξιῶν λαμπροτάτων
ἢ δι’ ἀναθημάτων παντ[ὶ κ]αιρῷ περὶ τὴν κοινὴν ὑμῶν ἐσπούδακε πατρίδα καὶ ἐν τῷ καθ’ ἕτος ἐνιαυτῷ τὴν ἱερωτάτην ἐκπληρῶν
5 πρυτανείαν, εὐσεβεστά[τη]ν μὲν εἰς πάντας τοὺς θεοὺς πεποίηται θρησκείαν, τό τε πρυτανεῖον ἐξ εἱκανῶν ἀμεληθὲν χρόνων
ἐπισκευάσας ἐκ τῶν ἰδ̣[ί]ων τὸν ὀφειλόμενον ἀποδέδωκεν αὐτῷ κόσμον καθείδρυκέν τε ἐν αὐτῷ καὶ τὸν μαντεῖον τῆς πόλεως
Ἀπόλλωνα, ἱεροπρε[π]ῆ κατασκευάσας εἰς τὴν θέσιν αὐτοῦ θαλαμεῖδα, τούς τε καθ’ ὅλην τὴν πόλιν καὶ τοὺς ἐν τοῖς πατρίοις ἱε-
ροῖς βωμοὺς καὶ ἐπεσκεύακεν καὶ ἐκ τῶν ἰδίων καινοὺς καθιέρωκεν, ἐκ παντὸς τρόπου τὴν τῆς πόλεως εἰς τοὺς θεοὺς ἐκπληρῶν εὐ-
σέβειαν, δι’ ὅπερ ἡ βου[λ]ὴ καὶ ὁ δῆμος ἀποδεχόμεν[οι] τὸν ἄνδρα τῆς περὶ πάντα σπουδῆς ἔκρειναν τὸν μὲν Ἀπόλλωνα τὸν μαντεῖον δια-
10 μένειν εἰς τὸ διηνεκ[ὲς ἐν] ᾧ νῦν καθείδρυται τοῦ πρυτανείου τόπῳ, παραδιδόμενον χρηματισμῷ ὑπὸ τοῦ ἐξιόντος πρυτάνεως εἰσιόντι, {αι}
τούς τε βωμοὺς καὶ τὰ λοιπά, ὅσα κατεσκεύακεν ἢ ἐπεσκεύακεν πρύταν[ις Δι]ονυσ̣όδωρος, πάντα διὰ
χρηματισμοῦ δηλώσαντα αὐτὸν εἰς τὸ ἱερὸν ἀποθέσθαι ἀντιγραφῖον· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φι-
λοσεβάστοις γενέσθαι καθότι προγέγραπται.
κουρῆτες εὐσεβεῖς φιλοσέβαστοι·
15 Ἀρτεμᾶς (Ἀρτεμᾶ) τοῦ Ἀπολλωνίου βουλευτής·
Γναῖος Ἰούλιος Μᾶγνος βουλευτής·
1.17 Μενεσθεὺς (Μενεσθέως) βουλευτής·
Γ(άϊος) Ἀτείλιος Νεικασίων
Βενῦστος (Βενύστου)
20 Θεόπομπος Ἀριστέου
2.17 ἱερουρ[γο]ί·
Πό(πλιος) Κορ(νήλιος) Ἀρίστων [ἱερ]οσκόπος βου(λευτής)
Μουνδίκιος ἱεροφάντης βου(λευτής)
20 Ἐπικράτης ἱεροκῆρυξ
Τρύφων ἀκροβάτης ἐπὶ θυμι-
άτρου,
Τρόφιμος σπονδαύλης.
Search Help