Honorary decree of boule and demos (of Ephesos) for
gymnasiarch Diodoros Mentoros; II; found at Ephesos: Keil &
Maresch, JÖAI 45, 1960 Beibl. 85-88, no. 13; Robert, RPh 93,
1967, 7-14; *IEph 6 (PH).
[ ]
IEph 6
A.1 | ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμω̣ι̣· Μ̣ίθρης Ἀστέου εἶπεν· προ- |
[γραψαμέ]νων̣ ε̣ἰς τ̣ὴν̣ β̣ουλὴν τῶν ἀποδεδειγμένων ὑπὸ | |
[τῶν νέων] Ὀνη[σα]γόρου τοῦ Ἀρτεμιδώρου, Ἑρμ[οκρ]άτου τοῦ | |
[— κ]αὶ ὑπὲρ Ἀστυάνακτος τοῦ Χαρμολάου Ἀπο- | |
5 | [—]ο[․] ὑπὲρ τι̣μῶν Διοδώρωι Μέντορος ὅτ[ι] |
[αἱρε]θεὶς̣ [γ]υμνασίαρχ[ο]ς̣ τῶν νέων εἰς τὸν ἐνια̣[υτὸν] | |
[τ]ὸν̣ ἐ̣πὶ Ἡρακ[λ]είτου [πρ]υ̣τάνεως καλ̣[—] | |
ἐν [τοῖς] κατὰ τὴν ἀρχὴν [․c.5․]ραφ̣η[—] | |
φ[․․c.8․․․] ἑ̣α̣υτὸν π̣α̣ρέ̣χ̣ων π̣ρ̣οσαξ̣ι[—] | |
10 | [—] καὶ τῆς [․c.6․․] β̣ουλ̣ῆς περι[—] |
[—]οετο̣[․] ἐ̣λ̣αί̣ου θ<έ>σεως ἐπεμελήθη [—] | |
[—]ίου οὐκ ἠμέλ̣ησεν δὲ οὐδὲ τῆς τῶν ν[έων] | |
[—] κ̣α̣ὶ ε̣ὐκοσμίας α̣ἰδῶ παρασκευάζων̣ | |
[—]ου καταστολῆς καὶ σωφροσύνης τὴν ἀνα- | |
15 | [στ]ρ̣[ο]φ̣ὴν ποιούμενος διὰ παντὸς ἐν τῶι τόπ̣ωι, προ- |
[ενό]η̣σ̣εν δὲ καὶ τῆς τῶν νέων εὐανδρίας προτρεπόμενο[ς] | |
[αὐ]τοὺς πρός τε τὰ γυμνάσια καὶ φιλοπονίαν σωματι- | |
κήν τε̣ κ̣αὶ ψυχικὴν περὶ πλείστου ποιούμενος ἕνεκεν τοῦ | |
καὶ λόγωι καὶ ἔργωι συνεπαυξηθῆναι τὸ τῶν νέων ἀξίωμα | |
20 | πρεπόντως τῆι τε περὶ τὸν τόπον διὰ προγόνων ὑπαρχούση̣[ι] |
σεμνότητι καὶ δόξῃ{ς} τῶν τε λοιπῶν τῶν κατὰ τὸ γυμνάσιον <ἐ>π[ε]- | |
μελήθη μισοπονήρως τε καὶ φιλαγάθως, ἐν οὐθενὶ ἐνλείπων τῶ[ν] | |
πρὸς τιμὴν καὶ δόξαν ἀνηκόντων χάριν τοῦ μνήμης ἀξίαν κα[ὶ ἐ]- | |
π̣αίνου καταστῆσαι τὴν οὖσαν περὶ αὐτὸν αἵρεσιν πρὸς τὰ κάλλ[ισ]- | |
25 | τα· ἀνθ’ ὧν οἱ ἔφηβοι καὶ οἱ νέοι τὰς καταξίας προαιρούμενοι κατατ[ί]- |
θεσθαι χάριτας ἔκριναν ἐπισήμου τιμῆς, ἀξιώσαντες στῆσαι α[ὐ]- | |
τ̣οῦ ἀνδριάντα ἐν τῶι γυμνασίωι, προτρεπόμενοι πάντας | |
ζηλωτὰς γίνεσθαι τῶν καλλίστων πράξεων, ἀποδείξ[αν]- | |
τες ἄνδρας τοὺς προγραψ<ο>μένους ὑπὲρ τῶν τιμῶν, [οἳ] | |
30 | καὶ ἐπελθόντες ἐπὶ τὸν δῆμον ἐνεφάνισαν περὶ τού- |
των· καὶ ὁ δῆμος ἐπεγνωκὼς τὴν τἀνδρὸς φιλοδοξία[ν] | |
τε καὶ δικαιοσύνην καὶ τὴν γεγενημένην ἐξ αὐτοῦ π[ε]- | |
ρὶ τὸ γυμνάσιον ἐν πᾶσι τοῖς κατὰ τὴν ἀρχὴν σπουδήν τ̣[ε] | |
[κ]α̣ὶ ἐπιμέλειαν συνκατέθετο τοῖς παρακαλουμένοις· | |
35 | ὅπως οὖν σταθῇ Διοδώρου ἀνδριὰς ἐν τῶι γυμνασίωι πρ[ὸ] |
τῆς στοᾶς τῆς κειμένης πρὸς ἀνατολὴν καὶ [ἐ]π̣ιγρα̣[φῇ] | |
[ἐ]πὶ τῆς βάσεως [—] | |
B.1 | Λύκος πρύτανις. |