Honorary decree of boule and demos (of Ephesos) for gymnasiarch Diodoros Mentoros; II; found at Ephesos: Keil & Maresch, JÖAI 45, 1960 Beibl. 85-88, no. 13; Robert, RPh 93, 1967, 7-14; *IEph 6 (PH).  
[ ] IEph 6
A.1 ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμω̣ι̣· Μ̣ίθρης Ἀστέου εἶπεν· προ-
[γραψαμέ]νων̣ ε̣ἰς τ̣ὴν̣ β̣ουλὴν τῶν ἀποδεδειγμένων ὑπὸ
[τῶν νέων] Ὀνη[σα]γόρου τοῦ Ἀρτεμιδώρου, Ἑρμ[οκρ]άτου τοῦ
[— κ]αὶ ὑπὲρ Ἀστυάνακτος τοῦ Χαρμολάου Ἀπο-
5 [—]ο[․] ὑπὲρ τι̣μῶν Διοδώρωι Μέντορος ὅτ[ι]
[αἱρε]θεὶς̣ [γ]υμνασίαρχ[ο]ς̣ τῶν νέων εἰς τὸν ἐνια̣[υτὸν]
[τ]ὸν̣ ἐ̣πὶ Ἡρακ[λ]είτου [πρ]υ̣τάνεως καλ̣[—]
ἐν [τοῖς] κατὰ τὴν ἀρχὴν [․c.5․]ραφ̣η[—]
φ[․․c.8․․․] ἑ̣α̣υτὸν π̣α̣ρέ̣χ̣ων π̣ρ̣οσαξ̣ι[—]
10 [—] καὶ τῆς [․c.6․․] β̣ουλ̣ῆς περι[—]
[—]οετο̣[․] ἐ̣λ̣αί̣ου θ<έ>σεως ἐπεμελήθη [—]
[—]ίου οὐκ ἠμέλ̣ησεν δὲ οὐδὲ τῆς τῶν ν[έων]
[—] κ̣α̣ὶ ε̣ὐκοσμίας α̣ἰδῶ παρασκευάζων̣
[—]ου καταστολῆς καὶ σωφροσύνης τὴν ἀνα-
15 [στ]ρ̣[ο]φ̣ὴν ποιούμενος διὰ παντὸς ἐν τῶι τόπ̣ωι, προ-
[ενό]η̣σ̣εν δὲ καὶ τῆς τῶν νέων εὐανδρίας προτρεπόμενο[ς]
[αὐ]τοὺς πρός τε τὰ γυμνάσια καὶ φιλοπονίαν σωματι-
κήν τε̣ κ̣αὶ ψυχικὴν περὶ πλείστου ποιούμενος ἕνεκεν τοῦ
καὶ λόγωι καὶ ἔργωι συνεπαυξηθῆναι τὸ τῶν νέων ἀξίωμα
20 πρεπόντως τῆι τε περὶ τὸν τόπον διὰ προγόνων ὑπαρχούση̣[ι]
σεμνότητι καὶ δόξῃ{ς} τῶν τε λοιπῶν τῶν κατὰ τὸ γυμνάσιον <ἐ>π[ε]-
μελήθη μισοπονήρως τε καὶ φιλαγάθως, ἐν οὐθενὶ ἐνλείπων τῶ[ν]
πρὸς τιμὴν καὶ δόξαν ἀνηκόντων χάριν τοῦ μνήμης ἀξίαν κα[ὶ ἐ]-
π̣αίνου καταστῆσαι τὴν οὖσαν περὶ αὐτὸν αἵρεσιν πρὸς τὰ κάλλ[ισ]-
25 τα· ἀνθ’ ὧν οἱ ἔφηβοι καὶ οἱ νέοι τὰς καταξίας προαιρούμενοι κατατ[ί]-
θεσθαι χάριτας ἔκριναν ἐπισήμου τιμῆς, ἀξιώσαντες στῆσαι α[ὐ]-
τ̣οῦ ἀνδριάντα ἐν τῶι γυμνασίωι, προτρεπόμενοι πάντας
ζηλωτὰς γίνεσθαι τῶν καλλίστων πράξεων, ἀποδείξ[αν]-
τες ἄνδρας τοὺς προγραψ<ο>μένους ὑπὲρ τῶν τιμῶν, [οἳ]
30 καὶ ἐπελθόντες ἐπὶ τὸν δῆμον ἐνεφάνισαν περὶ τού-
των· καὶ ὁ δῆμος ἐπεγνωκὼς τὴν τἀνδρὸς φιλοδοξία[ν]
τε καὶ δικαιοσύνην καὶ τὴν γεγενημένην ἐξ αὐτοῦ π[ε]-
ρὶ τὸ γυμνάσιον ἐν πᾶσι τοῖς κατὰ τὴν ἀρχὴν σπουδήν τ̣[ε]
[κ]α̣ὶ ἐπιμέλειαν συνκατέθετο τοῖς παρακαλουμένοις·
35 ὅπως οὖν σταθῇ Διοδώρου ἀνδριὰς ἐν τῶι γυμνασίωι πρ[ὸ]
τῆς στοᾶς τῆς κειμένης πρὸς ἀνατολὴν καὶ [ἐ]π̣ιγρα̣[φῇ]
[ἐ]πὶ τῆς βάσεως [—]
B.1 Λύκος πρύτανις.
Search Help
Contact Us