Honorary decree [of boule] and demos of Ephesos for
Apollo[nides], officer of King Demetrios (Poliorketes); 306/301
BC; found at Ephesos: Wood, App. 2, no. 8; GIBM 448; Michel 490;
Syll3 352; FiE II p. 104 (part); *IEph 1448.
[ ]
IEph 1448
0 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ Δημήτριος] |
a | [ὁ βασιλεὺς πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιος ὢν] |
1 | τυγχάνει περὶ το[ὺ]ς Ἕλληνας καὶ τὴμ πόλι[ν τὴν ἡμετέραν,] |
ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι συνησθ[ῆναι ἐπὶ τοῖς ἐξηγ]- | |
γελμένοις ἀγαθοῖς τοῦ βασιλέως καὶ το[ῦ στρατεύματος,] | |
καὶ στεφανηφορεῖν Ἐφεσίους καὶ τοὺς κατοικ̣[οῦντας πάντας] | |
5 | ἐπὶ τοῖς εὐτυχήμασιν τοῖς ἐξηγγελμένοις, [θύειν δὲ καὶ] |
[εὐ]αγγέλια τῆι Ἀρτέμιδι τοὺς ἐσσῆνας καὶ [τὴν ἱέρειαν] | |
[καὶ τ]ὸν οἰκονόμον, καὶ εὔχεσθαι καὶ εἰς τὸ λοιπὸν ἐπ[ὶ πλέον εὖ] | |
[γίνε]σθαι Δημητρίωι τῶι βασιλεῖ καὶ τῶι δήμω[ι τῶι Ἐφεσίων· δοῦναι] | |
[δὲ κα]ὶ Ἀντιγόνωι καὶ Δημητρίωι τοὺς στε[φάνους τοὺς ἐκ τῶν] | |
10 | [νόμω]ν· τοῦ δὲ ἀναλώματος τοῦ εἰς τὴν θυ[σίαν ἐπιμελεῖσθαι] |
τ[ὸν ο]ἰκονόμον· ἐπαινέσαι δὲ καὶ Ἀπολλω[νίδην τὸν φίλον] | |
τ[οῦ] βασιλέως καὶ ἀναγγείλαντα τὴν εὔν[οιαν τοῦ βασι]- | |
[λέ]ως τῶι δήμωι καὶ ἣν ἔχει αὐτὸς πρὸς τὸμ βα[σιλέα καὶ τὸν] | |
δ[ῆ]μον τὸν Ἐφεσίωγ καὶ στεφανῶσαι αὐτὸγ χρ[υσέωι στεφάνωι ἀπὸ] | |
15 | χρ[υ]σῶν εἴκοσι· τοῦ δὲ στεφάνου ἐπιμε[λεῖσθαι τὸν οἰκονόμον·] |
δ[ο]ῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐ[φ’ ἵσηι καὶ ὁμοίηι] | |
[κ]αθάπερ καὶ τοῖς ἄλλοις εὐερ[γέταις, καὶ προσόδον εἰς] | |
[τ]ὴμ βουλὴγ καὶ τὸν δήμο[ν πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς] | |
ἀγῶσι καθάπερ [κ]αὶ τοῖς [ἄλλοις εὐεργέταις· ἀναγράψαι δὲ καὶ τὰς] | |
20 | δεδομένας δωρεὰς το[ὺς νεωποίας ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι, ὅπου καὶ] |
τὰς ἄλλας πολιτεί[ας ἀναγράφουσιν. ἔλαχε φυλὴν —, χιλιαστὺν —.] |