Honorary decree of boule and demos (of Ephesos) for (no
name) of (no name); Hellenistic; found at Ephesos: JÖAI 52,
19-20, no. 4; *IEph 1413.
[ ]
IEph 1413
1 | ἔδοξεν τ[ῆι] βουλῆι καὶ τῶι δήμωι· Ἀριστομένης Ἀριστείδου εἶπεν· ἐπειδὴ [— εὔνους ἐστὶν περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον] |
καὶ χρείαν παρεχόμενος διατελεῖ καὶ κοινῆι τῶι δήμωι, καὶ ἰδίαι τοῖ[ς ἐντυγχάνουσι τῶν πολιτῶν χρήσιμον ἑαυτὸν παρ]- | |
έχεται καθότι ἕκαστος αὐτὸμ παρακαλεῖ, δεδόχθαι τῆι βουλῆι καὶ [τ]ῶι δή[μωι, ἐπαινέσαι — ἐπὶ τῆι εὐνοίαι] | |
τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ [ὁμοίηι, τοὺς δὲ ἐσσῆνας ἐπικληρῶσαι] | |
5 | αὐτὸν̣ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ν̣[εωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου] |
καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι· ἔλαχε φυλὴν Βεμβινῆς, χιλ[ιαστὺν —.] |