Honorary decree of boule and demos (of Ephesos) for (no name) of (no name); Hellenistic; found at Ephesos: JÖAI 52, 19-20, no. 4; *IEph 1413.  
[ ] IEph 1413
1 ἔδοξεν τ[ῆι] βουλῆι καὶ τῶι δήμωι· Ἀριστομένης Ἀριστείδου εἶπεν· ἐπειδὴ [— εὔνους ἐστὶν περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον]
καὶ χρείαν παρεχόμενος διατελεῖ καὶ κοινῆι τῶι δήμωι, καὶ ἰδίαι τοῖ[ς ἐντυγχάνουσι τῶν πολιτῶν χρήσιμον ἑαυτὸν παρ]-
έχεται καθότι ἕκαστος αὐτὸμ παρακαλεῖ, δεδόχθαι τῆι βουλῆι καὶ [τ]ῶι δή[μωι, ἐπαινέσαι — ἐπὶ τῆι εὐνοίαι]
τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ [ὁμοίηι, τοὺς δὲ ἐσσῆνας ἐπικληρῶσαι]
5 αὐτὸν̣ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς ν̣[εωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου]
καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι· ἔλαχε φυλὴν Βεμβινῆς, χιλ[ιαστὺν —.]
Search Help
Contact Us