Honorary decree of boule and demos (of Ephesos) for [ ...
]xis of (no name); IV/III?; found at Ephesos: FiE II no. 7; *IEph
2007.
[ ]
IEph 2007
1 | [— ἔδοξεν τ]ῆι βουλῆι καὶ τῶι δήμωι, Μενίσκος Φιλίσκου εἶπεν· ἐπ̣[ειδὴ] |
[․c.4․ξις — πᾶσαν χρ]είαν παρέχεται ἐνδεικνύμενος τὴν εὔνοιαν, ἣν̣ [ἔχει] | |
[πρὸς τὸν δῆμον· ἐπαινέσαι ․c.4․]ξιν εὐνοίας ἕνεκε καὶ φιλοτιμίας, ἣν ἔχει πρὸς τὸν δῆμ̣[ον·] | |
[εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐ]πὶ τὴμ βουλὴν καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· ἀναγράψ[αι δὲ] | |
5 | [τὰς δεδομένας αὐτῶι τιμ]ὰ[ς] τοὺς ἐσσῆνας· ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐκγόνοις. |