Honorary decree of boule [and demos] of Ephesos for Homoloichos Ptoionos of Thebes; no date; found at Ephesos: Keil, JÖAI 16, 1913, 237, no. IIId; *IEph 1442.  
[ ] IEph 1442
0 [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι·]
Ἐγκαίριος εἶπεν· ἐπειδὴ Ὁμιλώϊχος Πτωΐωνος Θηβαῖος εὔνους ἐστὶν
καὶ π[ρόθυμο]ς περὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι
τῶν [πολιτ]ῶν καὶ παραγινομένοις εἰς Θήβας χρήσιμος ὢν διατελεῖ,
δεδό[χθαι τ]ῆι βουλῆι ἐπαινέσαι τε Ὁμολώϊχον εὐνοίας ἕνεκεν καὶ
5 δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καθάπερ καὶ τοῖς ἄλλοις
εὐεργέταις, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστὺν
καὶ παραδοῦναι τὸ ψήφισμα ἀναγράψαι τοῖς νεωποίαις εἰς τὸ ἱερόν,
ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφουσι, ὑπάρχειν δὲ τὴν πολιτείαν
αὐτῶι καὶ ἐκγόνοις, ὅπως ἅπαντες εἰδῶσι ὅτι ὁ δῆμος τοὺς εὐεργετοῦντ[ας]
10 τὴμ πόλιν τιμᾶι κατ’ ἀξίαν τῶν εὐεργεσιῶν· ἔλαχε φυλὴν Εὐώνυμος,
χιλιαστὺν Λεαγόρεος.
Search Help
Contact Us