Honorary decree of boule and demos of Ephesos for Nikagoras
Aristarchou of Rhodes; 300 BC; found at Ephesos: Wood, App. 2,
no. 7; Bechtel, Inschr. ion. DIal. 147; GIBM 453; Michel 492;
0GIS 10; FiE II p. 104 (part); *IEph 1453, ll. 1-20.
[ ]
IEph 1453.1-20
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φιλαίνετος Φιλόφρονος εἶπεν· ἐπειδὴ |
Νικαγόρας Ἀριστάρχου Ῥόδιος ἀποσταλεὶς παρὰ τῶμ βασιλέων Δημητρίου | |
καὶ Σελεύκου πρός τε τὸν δῆμον τὸν Ἐφεσίων καὶ τοὺς ἄλλους Ἕλληνας | |
κατασταθεὶς εἰς τὸν δῆμον περί τε τῆς [ο]ἰκείοτητος τῆς γεγενημένης | |
5 | αὐτοῖς διελέχθη καὶ περὶ τῆς εὐν[οία]ς ἣν ἔχοντες διατελοῦσιν εἰς |
τοὺς Ἕλληνας καὶ τὴμ φιλίαν τὴμ πρότερον ὑπάρχουσαν αὐτῶι | |
πρὸς τὴμ πόλιν ἀνενεώσατ[ο· δ]εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, | |
[ἐπ]αινέσαι τε Νικαγόραν ἐπὶ [τῆ]ι εὐνοίαι ἣν ἔχων διατελεῖ πρὸς τοὺς | |
[βα]σιλεῖς καὶ τὸν δῆμον καὶ στεφανῶσαι αὐτὸγ χρυσέωι στεφάνωι | |
10 | [καὶ ἀ]ναγγεῖλαι τοῖς [Ἐφε]σείοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν |
[ἐφ’ ἵσηι] καὶ ὁμοίηι καθάπερ καὶ τοῖς λοιποῖς εὐεργέταις, ὑπάρχειν δὲ αὐτῶι | |
[προεδρί]αν ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι | |
[καὶ ἐν εἰρήνη]ι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηι ἢ ἐξάγηι {ἢ} εἰς τὸν ἴδιον οἶκον, | |
[καὶ ἔφοδον ἐπὶ τὴ]μ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι | |
15 | [καὶ τοῖς ἐκγόνοις· ἀνα]γράψαι δὲ τὰ[ς] δεδομένας αὐτῶι δωρεὰς τοὺς νεωποίας |
[εἰς τὸ ἰερὸν τῆς Ἀρτέμ]ιδος· ἐπικληρῶ[σ]αι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ εἰς | |
[χιλιαστὺν τοὺς ἐσσῆ]νας, ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων | |
[τοὺς εἰς τὰ τῶν Ἑλλήν]ωγ καὶ εἰς τὰ αὐτοῦ πράγματα προθύμους ὄντας | |
[τιμᾶι δωρεαῖς ταῖς προ]σ̣ηκούσαις· ἀποστεῖλαι δὲ καὶ ξένια αὐτῶι τὸν | |
20 | [οἰκονόμον ․․c.7․․]α. ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Λεβέδιος. |