Honorary decree of [boule and demos (of Ephesos)] for
citizens of Priene living at Charax, giving them opportunity to
buy citizenship (?), and for general Ainetos; 300/297 BC; found
at Ephesos: Heberdey, JÖAI 2, 1899, 47-48; IPriene 494; FiE II
no. 1; Syll3 363; Holleaux, REG 29, 1916, 29-45; *IEph 2001; SEG
32, 1127; Migeotte, L’emprunt public no. 89; SEG 37, 882.
[ ]
IEph 2001
1 | [․․․․․․․․․․․c.26․․․․․․․․․․․]ατα ἀκούσαντες τῶμ πολιτῶν <τῶν> ἐκ Πριήν[ης οἱ] ἐν τῶι Χάρακι τόν τε |
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ναι· καὶ τὸ μὲν φρούριον αὐτοὶ διαφυλάξειν ἐπηγγείλαντο, περὶ δὲ τῶ[ν] | |
[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․ ὕ]σ̣τερον δὲ ἀποστείλαντες πρεσβείαν πρὸς τὸν δῆμον ἠξίωσαν ὅπλα τε αὐτ[οῖς] | |
[δοῦναι καὶ τἆλλα τὰ πρὸς τὴν φυλακὴν τοῦ φρ]ο̣υρίου, καὶ ἔφασαν, ἂμ μὲν ὦσιν αὐτοὶ δυνατοί, διασώισειν τὸγ Χάρακα, | |
5 | [ἂν δὲ μὴ ὦσιν, συμμαχίαν μεταπεμψάμενοι π]ροσλήψεσθαι παρὰ τοῦ δήμου τὴν συνδιαφυλάξουσαν αὐτοῖς τὸ φρούριον· |
[δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ]σαι τῶμ πολιτῶν τῶν ἐκ Πριήνης τοὺς ἐν τῶι Χάρακι ὄντας, ὅτι διαφυλάττου- | |
[σιν τὸ φρούριον πᾶσαν εἰσφερόμενοι ἐκτέ]νειαν καὶ τῆς προϋπαρχούσης ἡμῖν φιλίας ἄξια καὶ λέγουσι καὶ πράττουσιν, δοῦνα[ι] | |
[δὲ αὐτοῖς τὰ ὅπλα ὧν δεῖσθαι ἔφασαν· ὅπω]ς δ’ ἂν εἰς ταῦτα πόρος ὑπάρχηι καὶ μηδὲν ἐμποδὼν γένηται τῆι φυλακῆι τοῦ τόπου | |
[καὶ κομίσωνται τὰ δάνεια οἱ προδανείσαντες, ποήσασθαι πολίτας ἑξαμναίους, ἐλευθέρους καὶ ἐξ ἐλευθέρων, μὴ πλείους ἢ δε- | |
10 | [καπέντε, τὸ δὲ ἐκ τούτων πεσὸν ἀργύριον παρα]λαβόντας τοὺς ἐσσῆνας καὶ τοὺς συνέδρους τοὺς ἐπὶ τοῖς Πριηνικοῖς τεταγμένους τά[λαν]- |
[τον καὶ ἥμισυ, τὸ τάλαντον τὸ προδεδανεισμ]ένον αὐτοῖς ἀποδοῦναι τοῖς προδανείσασιν, καὶ τῶν λοιπῶν ὁπλωνήσαντας δοῦναι τὰ ὅπλα | |
[τῶν ἐκ Πριήνης τοῖς τὸ φρούριον διαφυ]λάττουσιν· ἐπαινέσαι δὲ καὶ Αἴνητον, ὅτι περὶ ὧν αὐτῶι διελέχθησαν οἱ στρατηγοὶ καὶ οἱ [σύν]- | |
[εδροι παρακαλοῦντες τῶν ἐκ Πριήνης τῶν ἐν τ]ῶι Χάρακι ὄντων ἐπιμέλειαν ποήσασθαι καί μὴ περιιδεῖν ἀλλοτριωθὲν τὸ φρούριον, | |
[πρότερόν τε ἐφιλοτιμεῖτο συναντιλαβέ]σθαι εἰς τὴν σωτηρίαν αὐτῶν, καὶ νῦν ἐπαγγέλεται μηδὲν ἐλλείψειν προθυμία[ς] | |
15 | [εἰς τὸ διασωθῆναι τῶν ἐκ Πριήνης τοὺς] ἐν τῶι Χάρακι· ὅσοι δ’ ἂν θέλωσιν πολῖται γενέσθαι κατὰ τόδε τὸ ψήφισμα, ἀπογρά[φεσθαι αὐτοὺς —] |