Honorary decree of boule and demos [of Ephesos] for
Leukippos Hermogenous of Olynthos; IV2/III?; found at Ephesos:
Wood, App. 2, no. 2; GIBM 454; *IEph 1454.
[ ]
IEph 1454
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βρόταχος Πλάτωνος εἶπεν· ἐπειδὴ Λεύ- |
κιππος Ἑρμογένους Ὀλύνθιος πᾶσαν εὔνοιαν καὶ προθυμίαμ παρέχεται | |
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν· δ[εδ]όχθαι τῆι | |
βουλῆι καὶ τῶι δήμωι· δοῦναι Λευκίππωι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ- | |
5 | μοίηι, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδ[ε] |
τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοιπὰ[ς] | |
πολιτείας ἀναγράφουσι. ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν Ἡγητόρει[ος.] |