Honorary decree of boule and demos [of Ephesos] for Leukippos Hermogenous of Olynthos; IV2/III?; found at Ephesos: Wood, App. 2, no. 2; GIBM 454; *IEph 1454.  
[ ] IEph 1454
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βρόταχος Πλάτωνος εἶπεν· ἐπειδὴ Λεύ-
κιππος Ἑρμογένους Ὀλύνθιος πᾶσαν εὔνοιαν καὶ προθυμίαμ παρέχεται
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν· δ[εδ]όχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· δοῦναι Λευκίππωι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ-
5 μοίηι, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδ[ε]
τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοιπὰ[ς]
πολιτείας ἀναγράφουσι.  ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν Ἡγητόρει[ος.]
Search Help
Contact Us