Honorary decree of boule and demos (of Ephesos) for
Kallikrates Zopyrou of Miletos; no date; found at Ephesos:
Knibbe, JÖAI 46, 1961, 19-20; *IEph 1409.
[ ]
IEph 1409
1 | ἔδοξεν τῆι βουλῆι̣ καὶ τῶι δήμωι· Μεταγείτνιος Ἑκαταίου εἶπεν· ἐπειδὴ Καλλικράτης Ζωπύρου Μιλήσιος πᾶ[σαν εὔνοιαν παρ]- |
[εχόμεν]ος διατελεῖ καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν, δεδόχθαι τῆι βουλῆι· [ἐπαινέσαι τε Κα]- | |
[λ]λικράτην ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ[μοίηι· ἐπικληρῶσαι δὲ τοὺς ἐσσῆ]- | |
νας αὐτὸν εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερ̣ὸ̣ν τῆς [Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας] | |
5 | [πολ]ιτείας ἀναγράφουσιν· ἔλαχε φυλὴν Βεμβίνης, χιλιαστὺν Ἀλκμεώνεος. |