Honorary decree of boule and demos (of Ephesos) for Kallikrates Zopyrou of Miletos; no date; found at Ephesos: Knibbe, JÖAI 46, 1961, 19-20; *IEph 1409.  
[ ] IEph 1409
1 ἔδοξεν τῆι βουλῆι̣ καὶ τῶι δήμωι· Μεταγείτνιος Ἑκαταίου εἶπεν· ἐπειδὴ Καλλικράτης Ζωπύρου Μιλήσιος πᾶ[σαν εὔνοιαν παρ]-
[εχόμεν]ος διατελεῖ καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν, δεδόχθαι τῆι βουλῆι· [ἐπαινέσαι τε Κα]-
[λ]λικράτην ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὴμ πόλιν, καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ[μοίηι· ἐπικληρῶσαι δὲ τοὺς ἐσσῆ]-
νας αὐτὸν εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερ̣ὸ̣ν τῆς [Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας]
5 [πολ]ιτείας ἀναγράφουσιν· ἔλαχε φυλὴν Βεμβίνης, χιλιαστὺν Ἀλκμεώνεος.
Search Help
Contact Us