Honorary decree of boule and demos of Ephesos for Thras[ ... P]oseidoniou of Magnesia; no date; found at Ephesos: Wood, App. 2, no. 12; GIBM 450; *IEph 1450.  
[ ] IEph 1450
1 [ἔδ]οξ<ε>ν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀρτέμων Μητρᾶδος εἶπεν· ἐπειδὴ Θρασ[—]
[Π]οσειδωνίου Μάγνης πρότερον διετέλει πρόθυμος καὶ εὔνους ὢν τῶι δ[ήμωι καὶ νῦν]
τοῦ πολέμου γενομένου κατὰ τὴμ πόλιν κα[ὶ] ἁλισκομένων σωμάτων π̣[λείσ]-
των καὶ ἐλευθέρων καὶ οἰκετικῶν πᾶσαν [προθυμίαν παρείχετο περὶ τῆς σωτηρίας]
5 τῶμ πολιτῶν, καὶ τοὺς μὲν διέσωιζε τῶ[ν ἁλισκομένων λυτρωσάμενος, τοὺς δὲ]
ἀπέστελλεν τοῖς προσήκουσιν βουλόμ[ενος —]
τοῖς παραγινομένοις τῶμ πολιτῶν̣· [δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Θρασ—]
Ποσειδωνίου Μάγνητι πολιτείαν ἐφ’ [ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ τοῖς ἐκγόνοις, καὶ ἀ]-
ναγράψαι τοὺς νεωποίας τὰ δοθέντα α̣[ὐτῶι εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ]
10 καὶ αἱ λοιπαὶ πολιτεῖαί εἰσιν ἀναγε[γραμμέναι, ὅπως ἅπαντες εἰδῶσιν]
[ὅτι ὁ] δῆμος ὁ Ἐφεσίων χάριτας ἀποδιδοῖ τοῖ[ς εὐεργετοῦσιν αὐτὸν]
[κατ’ ἀξίαν] τῶν εὐεργετημάτων· ἐπι[κληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ]
[καὶ χιλι]αστύν.  ἔλαχε φυλὴν Βεμβί[νης, χιλιαστὺν —.]
Search Help
Contact Us