Honorary decree of boule and demos [of Ephesos] for Athenis
Apollodorou of Kyzikos; 294/285 BC; found at Ephesos: Keil, JÖAI
16, 1913, 237, no. IIIc; Maier I 72; *IEph 1441.
[ ]
IEph 1441
1 | ἔδοξεν τῆι βουλῆι καί τῶι δήμωι, Μαντινεὺς εἶπεν· ἐπειδὴ Ἄθηνις |
Ἀπολλοδώρου Κυζικηνὸς εὔνους ὢν καὶ χρήσιμος διατελεῖ καὶ | |
κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν | |
καὶ νῦν περὶ τὴν τῶν τειχῶν οἰκοδομίαν χρήσιμος γεγένηται | |
5 | τῆι πόλει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι τε |
α[ὐτὸν καὶ δοῦναι πολιτείαν αὐτῶι καὶ ἐ]κγόνοις ἐφ’ ἵσῃ καὶ | |
ὁ[μοίηι, ἐπικληρῶσαι δὲ τοὺς ἐσσήνας αὐτὸ]ν καὶ εἰς φυλὴν | |
κ[αὶ χιλιαστὺν, ἀναγράψαι δὲ τόδε τὸ ψήφι]σμα τοὺς νεωποίας | |
εἰ[ς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, οὗ καὶ τὰς ἄλλ]ας πολιτείας | |
10 | ἀναγράφουσιν· ἔλαχε φυλὴν Εὐώνυμον, χιλιαστὺν Σιμώνειος. |