Honorary decree of boule and demo[s] of Ephesos for Philon
and 3 other men of Keramos living on Rhodes; no date; found at
Ephesos: Wood, App. 8, no. 16; GIBM 447; *IEph 1447.
[ ]
IEph 1447
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι·] |
| Ξενόκριτος Ἀριστέως εἶπεν· ἐπειδ[ὴ] | |
| Φίλων Διονύσιος Ἱεροκλῆς Μένιππ[ος] | |
| [Κ]εράμιοι διατρίβοντες ἐν Ῥόδωι πᾶσαν̣ | |
| 5 | εὔνοιαν καὶ χρείαν παρεχόμενοι δια- |
| τελοῦσιν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι | |
| τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν καθ̣’ | |
| [ὃ] ἂν αὐτοὺς ἕκαστ[ος] παρακαλῆι· | |
| [δε]δόχθαι τῆι [βο]υλῆι καί τῶι δήμω[ι] | |
| 10 | ἐπαινέσαι τε αὐτ[ο]ὺς ἐπὶ τῆι εὐνοίαι |
| ἣν ἔχουσι πρὸς τὸν δῆ[μον] καὶ δεδόσθα[ι] | |
| αὐτοῖς καὶ ἐκγόνοις π[ολι]τείαν ἐφ’ ἵσηι | |
| καὶ ὁμοίηι καθάπερ [καὶ το]ῖ[ς ἄλλο]ις εὐεργέταις, | |
| ὅπως πᾶσι φανε[ρ]ὸν ἦι [ὅτι ὁ δῆμ]ος ὁ Ἐφ[ε]σίω[ν] | |
| 15 | εὐχάριστος ὢν τι[μᾶι τοὺς κ]α̣λοὺς ἄνδρα[ς·] |
| ἐπι[κ]ληρῶσαι δὲ α[ὐτοὺς εἰς φυλὴν κ]αὶ χιλιασ- | |
| τὺν τοὺς ἐσσῆ[νας· ἀναγ]ράψαι δὲ τόδε | |
| [τ]ὸ ψήφισμα τ[οὺς νεωποίας] εἰς στήλην | |
| λιθίνην κα[ὶ] ἀ[ναθεῖναι εἰς τὸ] ἱερὸν τῆς | |
| 20 | Ἀρτέμιδο[ς οὗ καὶ τὰς ἄ]λλας πολιτεία[ς] |
| [ἀ]νατιθέασιν. [ἔλαχον] φυλὴν Ἐφεσεῖς, | |
| [χι]λιαστὺν Λ[εβέδιοι.] |