Ephesos 30
   Honorary decree of boule and demo[s] of Ephesos for Philon and 3 other men of Keramos living on Rhodes; no date; found at Ephesos: Wood, App. 8, no. 16; GIBM 447; *IEph 1447.  
[ ] IEph 1447
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι·]
Ξενόκριτος Ἀριστέως εἶπεν· ἐπειδ[ὴ]
Φίλων Διονύσιος Ἱεροκλῆς Μένιππ[ος]
[Κ]εράμιοι διατρίβοντες ἐν Ῥόδωι πᾶσαν̣
5 εὔνοιαν καὶ χρείαν παρεχόμενοι δια-
τελοῦσιν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν καθ̣’
[ὃ] ἂν αὐτοὺς ἕκαστ[ος] παρακαλῆι·
[δε]δόχθαι τῆι [βο]υλῆι καί τῶι δήμω[ι]
10 ἐπαινέσαι τε αὐτ[ο]ὺς ἐπὶ τῆι εὐνοίαι
ἣν ἔχουσι πρὸς τὸν δῆ[μον] καὶ δεδόσθα[ι]
αὐτοῖς καὶ ἐκγόνοις π[ολι]τείαν ἐφ’ ἵσηι
καὶ ὁμοίηι καθάπερ [καὶ το][ς ἄλλο]ις εὐεργέταις,
ὅπως πᾶσι φανε[ρ]ὸν ἦι [ὅτι ὁ δῆμ]ος ὁ Ἐφ[ε]σίω[ν]
15 εὐχάριστος ὢν τι[μᾶι τοὺς κ]α̣λοὺς ἄνδρα[ς·]
ἐπι[κ]ληρῶσαι δὲ α[ὐτοὺς εἰς φυλὴν κ]αὶ χιλιασ-
τὺν τοὺς ἐσσῆ[νας· ἀναγ]ράψαι δὲ τόδε
[τ]ὸ ψήφισμα τ[οὺς νεωποίας] εἰς στήλην
λιθίνην κα[ὶ][ναθεῖναι εἰς τὸ] ἱερὸν τῆς
20 Ἀρτέμιδο[ς οὗ καὶ τὰς ἄ]λλας πολιτεία[ς]
[ἀ]νατιθέασιν.  [ἔλαχον] φυλὴν Ἐφεσεῖς,
[χι]λιαστὺν Λ[εβέδιοι.]
Search Help
Contact Us