Honorary decree of boule and demos of Ephe[so]s for
Antiphon Antimenontos of Histiaia; III; found at Ephesos: Wood,
App. 2; GIBM 460; Syll2 470; Michel 494; *IEph 1460.
[ ]
IEph 1460
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπικ[ράτ]ης εἶπεν· ἐπειδὴ Ἀντιφῶν Ἀντιμένοντος Ἱστιαι- |
ε<ὺς> πρόθυμος ὢν εἰς τὸν δῆμον τὸν Ἐφε[σί]ων καταστὰς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
αἰτεῖται πολιτείαν, δεδόχθαι τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι, δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι | |
καὶ ὁμοίηι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν, καὶ ἀναγράψαι ὅπου καὶ αἱ λοιπαὶ | |
5 | πολιτεῖαι ἀναγεγραμμέναι εἰσί. ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Ἀργαδεύς. |