Honorary decree of boule and demos of Ephe[so]s for Antiphon Antimenontos of Histiaia; III; found at Ephesos: Wood, App. 2; GIBM 460; Syll2 470; Michel 494; *IEph 1460.  
[ ] IEph 1460
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπικ[ράτ]ης εἶπεν· ἐπειδὴ Ἀντιφῶν Ἀντιμένοντος Ἱστιαι-
ε<ὺς> πρόθυμος ὢν εἰς τὸν δῆμον τὸν Ἐφε[σί]ων καταστὰς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον
αἰτεῖται πολιτείαν, δεδόχθαι τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι, δοῦναι αὐτῶι πολιτείαν ἐφ’ ἵσηι
καὶ ὁμοίηι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν, καὶ ἀναγράψαι ὅπου καὶ αἱ λοιπαὶ
5 πολιτεῖαι ἀναγεγραμμέναι εἰσί.  ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Ἀργαδεύς.
Search Help