Honorary decree of boule and demos of Ephesos for Zoilos A[
... ] of Elaia; IV/III; found at Ephesos: Wood, App. 2, no. 10;
GIBM 458; *IEph 1458.
[ ]
IEph 1458
| 1 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ζώπυρος εἶπεν· ἐπειδὴ Ζωΐλος Ἀ[—] |
| Ἐλαΐτης διατρίβων ἐν τῆι πόλει εὔνουν καὶ πρόθυμον ἑαυτὸν παρέχ[εται τῶι δήμωι] | |
| [—]ε̣ καὶ τῶν ἰδιωτῶν τοῖς ἐγτυγχάνουσιν· δεδόχθαι τῆι βουλῆι· δοῦναι π[ολιτείαν] | |
| [—]ι̣ Ζωΐλωι ἐφ’ ἵσηι καὶ ὁμοίηι καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, ἐπικλη[ρῶσαι δὲ] | |
| 5 | αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς χιλιαστύν· ταῦτα δὲ ὑπάρχειν αὐτῶι κα<ὶ> ἐκγό[νοις·] |
| ἀναγράψαι δὲ τὸ ψήφισμα τοὺς νεωποίας ὅπου καὶ τὰς λοιπὰς πολιτείας ἀ[να]- | |
| γράφουσιν, ὅπως ἅπαν<τ>ες εἰδῶσιν ὅτι ὁ δῆμος τιμᾶι τοὺς εὐεργετοῦντας α[ὐτόν.] | |
| ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Βωρεύς. |