Honorary decree of boule and demos of Ephesos for Phanostratos Eukleonos Arkas; Hellenistic; found at Ephesos: JÖAI 52, 19, no. 3; *IEph 1412.  
[ ] IEph 1412
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπικράτης εἶπεν· ἐπειδὴ Φανόστρατος Εὐκλέωνος Ἀρκὰς ἀνὴρ ἀγαθός [ἐστιν]
περὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ διατελεῖ χρήσιμον ἑαυτὸν παρεχόμενος καὶ κοινῆι τ̣[ῶ]ι̣ δήμ̣[ωι]
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε Φανόστρατον Εὐκλέ[ω]νο[ς]
Ἀρκάδα ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ δοῦναι αὐτῶι καὶ ἐκ[γ][νοις]
5 πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ χιλιαστύν, καὶ ἀναγράψα[ι] τ[ὰ δοθέντα αὐτῶι]
ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τοὺς νεωποίας, ὅπου καὶ τοῖς ἄλλοις εὐεργέταις αἱ ὑπὸ τῆς βουλῆ[ς] κ̣[αὶ τ]ο[ῦ δή]-
μου ἐψηφισμέναι δωρεαὶ ἀναγεγραμμέναι εἰσίν, ὅπως ἅπαντες εἰδῶ̣σιν, ὅτι ὁ δῆμος ὁ Ἐφεσίω[ν τοὺς καλοὺς καὶ?]
ἀγαθοὺς ἄνδρας τιμᾶι καὶ χάριτας ἀποδίδωσι ἑκάστοις τῶν εὐεργετημάτων· ἔλαχε φυλὴν τῶν [Εὐ]ω[νυμέων],
χιλιαστὺν Ἐχύρεος.
Search Help
Contact Us