Honorary decree of boule and demos of Ephesos for
Euphronios Hegemonos of Akarnania; c. 302 BC; found at Ephesos:
Wood, App. 2 no. 19; GIBM 449; Michel 488; SGDI 5589; Syll3 353;
SEG 4, 560; Oliver, Sacred Gerousia 1; Hellenica 3, 79-85; *IEph
1449; SEG 30, 1299; FiE IX 1 no. H2.
[ ]
IEph 1449
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρογείτων εἶπεν· περὶ ὧν οἱ νεωποῖαι καὶ οἱ κουρῆτες κατασταθέντες διελέχθησαν |
τῆι βουλῆι καὶ τὸ ψήφισμα ἤνεγκαν τῆς γερουσίας καὶ τῶν ἐπικλήτων ὑπὲρ Εὐφρονίου πολιτείας, δεδόχθαι τῆι βουλῆι· | |
ἐπειδὴ Εὐφρόνιος Ἡγήμονος Ἀκαρνὰν πρότερόν τε εὔνους ὢν καὶ πρόθυμος διετέλει περὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ νῦν | |
ἀποσταλείσης πρεσβείας πρὸς Πρεπέλαον ὑπὸ τῆς γερουσίης καὶ τῶν ἐπικλήτων ὑπὲρ τοῦ σταθμοῦ τοῦ ἱεροῦ καὶ τῆς ἀτελεί- | |
5 | ας τῆι θεῶι συνδιοίκησεν μετὰ τῆς πρεσβείας ὅπως ἂν ἡ ἀτέλ[ει]α ὑπάρχηι τῆι θεῶι, καὶ τὰ λοιπὰ ἐν ἅπασι καιροῖς διατελεῖ |
χρήσιμος ὢν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τ[ῶ]μ πολιτῶν· ἐγνῶσθαι ἐπαινέσαι τε Εὐφρόνιον εὐνοίας ἕνεκεν | |
ἣν ἔχει περί τε τὸ ἱερὸν καὶ τὴμ πόλιν, καὶ δοῦναι αὐτῶι πολιτε[ία]ν ἐφ’ ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ αὐτῶι τὴμ | |
πολιτείαν εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ αἱ λοιπαὶ πολιτε[ῖαι ἀ]ναγεγραμμέναι εἰσίν· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς | |
χιλιαστύν, ὅπως ἂν εἰδῶσι πάντες ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τοὺς εὐεργ[ετοῦ]ντας τό τε ἱερὸν καὶ τὴμ πόλιν τιμᾶι δωρεαῖς ταῖς προσηκούσαις. | |
10 | ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Ἀργαδεύς. |