Summary of old sacred law concerning sacrifices; inscribed prob. 3; found at Ephesos: Miltner & Maresch, AAWW 96, 1959, 39-40 (PH); Miltner, JÖAI 45, 1960 Beibl. 49-50 (PH); Sokolowski, LSCG Suppl. p. 121; Führer Selçuk 100-103 (PH); SEG 28, 866; **IEph 10 (PH) (l. 7); *FiE IX 1 no. D1 (PH).  
[ ] FiE IX 1 no. D1
1 ἀγαθῇ τύχῃ.
κεφάλαιον νόμου πατρίου
τὸν πρύτανιν αἴθειν πῦρ ἐπὶ τῶν βω-
μῶν πάντων καὶ ἐπιθυμιᾶν τὸν λιβα-
5 νωτὸν καὶ τὰ ἱερατικὰ ἀρώματα, ἱερεῖα
προσάγοντα τοῖς θεοῖς νενομισμέ-
ναις ἡμέραις τὸν ἀρι<θμ>ὸν τξεʹ, καρδιου[ρ]-
γούμενα μὲν καὶ ἐκμηριζόμενα ρϟʹ, κα-
τατελισκόμενα δὲ ροεʹ, ἐξ οἰκείας δυ-
10 νάμεως, περιηγουμένου καὶ διδάσκοντος
αὐτὸν τοῦ δημοτελοῦς ἱεροφάντου καθό-
τι ἕκαστον τοῖς θεοῖς νόμιμόν ἐστιν· τοὺς
παιᾶνας ἄδειν ἐν ταῖς θυσίαις καὶ ἐν ταῖς πο[μ]-
παῖς καὶ ἐν ταῖς παννυχίσιν αἷς δεῖ γενέσθαι
15 κατὰ τὰ πάτρια καὶ εὔχεσθαι ὑπὲρ ἱερᾶς συν-
κλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τοῦ
δήμου τοῦ Ἐφεσίων.  ἄλλο μέρος·
διδόναι δὲ γέρα τὸν πρύτανιν τῷ ἱεροφάν-
τῃ παντὸς ἱερείου τοῦ τυθέντος τοῖς θε-
20 οῖς κεφαλὴν καὶ γλῶσσαν καὶ τὸ δέρμα διὰ τὴν
ἐνπειρίαν καὶ τὸ μέγεθος αὐτοῦ τῆς ὑπαιρεσί-
ας, τῷ δὲ ἱεροκήρυκι καὶ αὐλητῇ καὶ σαλπικτῇ
καὶ ἱεροφάντῇ δευτέρῳ καὶ τῷ ἱεροσκόπῳ
καὶ ἑβδομοκούρητι σπυρίδας κατὰ προέλευ-
25 σιν· εἰ δέ τι ἐνλιπὲς ὑπὸ τοῦ πρυτανεύοντος
τῶν προειρημένων καθ’ ἓν ἕκαστον γείνηται,
ὀφείλειν τὸν πρύτανιν εἰς προ<σ>κόσμημα τῆς
ἐν τῷ πρυτανείῳ ἑστώσης Δήμητρος Καρ-
ποφόρου, ἧς ἐστι ὁ νεώς, καὶ εἰς ἐπισκευὴν
30 τοῦ πρυτανείου στατῆρας Δαρικοὺς ιʹ, πράσ-
σεσθαι δὲ τοὺς κουρῆτας καὶ τὸν ἱεροφάν-
την ὑπὲρ τοῦ μὴ [φρ]ον[τίσαι][νὸς] ἑκάστου
κ[αθ]ότι προ[γέγραπται —]
Search Help
Contact Us