Summary of old sacred law concerning sacrifices; inscribed
prob. 3; found at Ephesos: Miltner & Maresch, AAWW 96, 1959,
39-40 (PH); Miltner, JÖAI 45, 1960 Beibl. 49-50 (PH); Sokolowski,
LSCG Suppl. p. 121; Führer Selçuk 100-103 (PH); SEG 28, 866;
**IEph 10 (PH) (l. 7); *FiE IX 1 no. D1 (PH).
[ ]
FiE IX 1 no. D1
| 1 | ἀγαθῇ τύχῃ. |
| κεφάλαιον νόμου πατρίου | |
| τὸν πρύτανιν αἴθειν πῦρ ἐπὶ τῶν βω- | |
| μῶν πάντων καὶ ἐπιθυμιᾶν τὸν λιβα- | |
| 5 | νωτὸν καὶ τὰ ἱερατικὰ ἀρώματα, ἱερεῖα |
| προσάγοντα τοῖς θεοῖς νενομισμέ- | |
| ναις ἡμέραις τὸν ἀρι<θμ>ὸν τξεʹ, καρδιου[ρ]- | |
| γούμενα μὲν καὶ ἐκμηριζόμενα ρϟʹ, κα- | |
| τατελισκόμενα δὲ ροεʹ, ἐξ οἰκείας δυ- | |
| 10 | νάμεως, περιηγουμένου καὶ διδάσκοντος |
| αὐτὸν τοῦ δημοτελοῦς ἱεροφάντου καθό- | |
| τι ἕκαστον τοῖς θεοῖς νόμιμόν ἐστιν· τοὺς | |
| παιᾶνας ἄδειν ἐν ταῖς θυσίαις καὶ ἐν ταῖς πο[μ]- | |
| παῖς καὶ ἐν ταῖς παννυχίσιν αἷς δεῖ γενέσθαι | |
| 15 | κατὰ τὰ πάτρια καὶ εὔχεσθαι ὑπὲρ ἱερᾶς συν- |
| κλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τοῦ | |
| δήμου τοῦ Ἐφεσίων. ἄλλο μέρος· | |
| διδόναι δὲ γέρα τὸν πρύτανιν τῷ ἱεροφάν- | |
| τῃ παντὸς ἱερείου τοῦ τυθέντος τοῖς θε- | |
| 20 | οῖς κεφαλὴν καὶ γλῶσσαν καὶ τὸ δέρμα διὰ τὴν |
| ἐνπειρίαν καὶ τὸ μέγεθος αὐτοῦ τῆς ὑπαιρεσί- | |
| ας, τῷ δὲ ἱεροκήρυκι καὶ αὐλητῇ καὶ σαλπικτῇ | |
| καὶ ἱεροφάντῇ δευτέρῳ καὶ τῷ ἱεροσκόπῳ | |
| καὶ ἑβδομοκούρητι σπυρίδας κατὰ προέλευ- | |
| 25 | σιν· εἰ δέ τι ἐνλιπὲς ὑπὸ τοῦ πρυτανεύοντος |
| τῶν προειρημένων καθ’ ἓν ἕκαστον γείνηται, | |
| ὀφείλειν τὸν πρύτανιν εἰς προ<σ>κόσμημα τῆς | |
| ἐν τῷ πρυτανείῳ ἑστώσης Δήμητρος Καρ- | |
| ποφόρου, ἧς ἐστι ὁ νεώς, καὶ εἰς ἐπισκευὴν | |
| 30 | τοῦ πρυτανείου στατῆρας Δαρικοὺς ιʹ, πράσ- |
| σεσθαι δὲ τοὺς κουρῆτας καὶ τὸν ἱεροφάν- | |
| την ὑπὲρ τοῦ μὴ [φρ]ον[τίσαι] ἑ[νὸς] ἑκάστου | |
| κ[αθ]ότι προ[γέγραπται —] |