Roman law concerning port-tax of Asia, with prescript and
additions; 75 BC, with later additions, inscribed AD 62; found at
Ephesos: Vetters, AAWW 114, 1977, 211; Vetters, AAWW 116, 1979,
133; Engelmann & Knibbe, EA 8, 1986, 19-32; SEG 36, 1027;
*Engelmann & Knibbe, EA 14, 1989, 10-31; SEG 39, 1180.
[ ]
EA 14, 1989, 10-31
1 | [Κοΐντωι Μανλίωι Ταρκουιτίωι Σατ]ορνείνωι, Ποπλίωι Πετρωνίωι Νίγρωι ὑπάτοις πρὸ ∙ ζʹ ∙ εἰδῶν ∙ Ἰουλίων |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]η̣ς Ἰουλίας βασιλικῆς ἐν γραμματοφυλακίωι ἐπιμελητῶν τῶν δημοσίων προσόδων ἐκ δέλτων | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]νον τὸ ὑπογεγραμμένον Αὔλωι Πομπηΐωι Παυλλείνωι, Λουκίωι Καλπουρνίωι Πείσωνι, Αὔλωι Δουκινίωι | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]μισθώσεως ἔτους ∙ αʹ ∙ δημοσιωνίας ∙ αʹ ∙ κηρῶι ∙ αʹ ∙ κατ’ ἐπιβεβαίωσιν Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γ[ερ]- | |
5 | [μανικοῦ ․․․․․․․․․․․c.26․․․․․․․․․․․]σ̣ί̣ας τὸ ∙ ηʹ ∙ Αὐτοκράτορος ∙ θʹ ∙ πατρὸς πατρίδος καὶ κατὰ δόγμα συγκλήτου ἐπινόμια διηνεκῆ τελῶν Ἀσίας ἐξ[․] |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]․․ τῶν αὐτῶν ἐπιμελητῶν πρὸ ∙ ιηʹ ∙ Καλανδῶν Μαίων ἐξ ἐπινομίων διηνεκῶν Τίτου Δομιτίου Δεκιδιανο[ῦ] | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]․․ δημοσιωνίας ∙ βʹ ∙ γʹ ∙ δʹ ∙ εʹ ∙ νόμος τέλους Ἀσίας εἰσαγωγῆς καὶ ἐξαγωγῆς κατά τε γῆν καὶ κατὰ θάλασσαν | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․] Κ̣αππαδοκίας, Γαλατίας, Βειθυνίας Ἀσίαν ζωννύουσιν· αἵτινές τε χῶραι Καλχαδονίων Βυζαντίων ἐντὸς τῶν | |
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ κ]ατὰ θάλασσαν εἰσαγωγῆς καὶ ἐξαγωγῆς ἐν στόματι Πόντου ἐν οἷς τόποις κατὰ δόγμα συγκλήτου ἢ κατὰ νόμον | |
10 | [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]α̣ι̣τ̣ε̣τ̣ε̣λ̣ω̣ν̣ειαν ἐκμισθῶσαι, ἐν τούτοις τοῖς τόποις, ἃ ἂν κατὰ θάλασσαν εἰσάγηται, ἐξάγηται, κατὰ πέραν |
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ κ]αὶ ἃ ἂν κατὰ γῆν ἐκκομίζηται, ἐξελαύνηται, ἐξάγηται, τὸ τεσσαρακοστὸν μέρος τῶι τελώνηι διδότωι. ὑπ[ὲρ] | |
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․] παιδαρίων κορασίων μή τι πλεῖον τέλους ἑκάστης κεφαλῆς δηναρίων πέντε διδόναι ὀφειλέτωι. | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․] τοῦ πόλιν Καλχάδονα παραπλεῦσαι τῶι τελώνηι ἢ ἐπιτρόπωι αὐτοῦ προσφωνείτωι καὶ ἀπογραφέσθωι· | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]εσθαι μέλλῃ πρὸ τοῦ πόλιν Καλχάδονα παραπλεῖν τῶι τελώνηι ἢ ἐπιτρόπωι αὐτοῦ προσφωνείτωι καὶ ἀπο- | |
15 | [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ο πλοῖον ἀποστρεφέτω μήτε μήν, ἃ ἂν κατὰ γῆν ἐξφέρῃ ἢ ἐκβάλλῃ, εἰς ἑτέρους τόπους ἀποστρεφέτω χάριν |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․] τὶς ποιήσῃ, ἐπ’ ἴσης ὁ νόμος ἰσχυέτω ὡσανεὶ ἀναπόγραφον ἔφερεν. ὑπὲρ οὗ ἄν τις πράγματος ἅπαξ | |
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]ν εἰσκομιζομένου δῶι ὁ αὐτὸς ἄνθρωπος ὑπὲρ τοῦ αὐτοῦ πράγματος ἐκ δευτέρου τῶι αὐτῶι ἔτει τῷ αὐτῶι | |
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]ν μὴ ἐκ Πόντου πλέηι. ἐὰν κατὰ θάλασσαν ἢ γῆν ἐξάγῃ, τῆς ἐξαγωγῆς τέλος διδότω· ὑπὲρ οὗ δὲ ἂν | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ω ὁ αὐτὸς ἄνθρωπος ὑπὲρ τοῦ αὐτοῦ πράγματος ἐκ δευτέρου ἐξαγωγῆς τῶι αὐτῶι τελώνηι τῶι αὐτῶι ἔτει | |
20 | [․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]η ὁ ίχθύϊ κογχυλίωι θαλασσίωι νεαρῶι χρώμενος τὸ εἰκοστὸν μέρος τέλους διδότω. ὤνιον ἐκ πλοίο[υ] |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ν̣ευέτω τέλους στερέσεως χάριν· ἐὰν δέ τις ὑπεναντίον τούτοις ποιήσῃ, τὸ ὤνιον καὶ τὸ πρᾶγμα τοῦ | |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]ς εἰσαγέτω καὶ ἐξαγέτω. ἐάν τίς τι εἰσάγῃ ἢ ἐξάγῃ κατὰ θάλασσαν, πρὸς τὸν τελώνην ἀπογραφέσθω ἐν τοῖς | |
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․] Πόντωι, Καλχήδονι, Δασκυλείωι, Ἀπολλωνίαι πρὸς τῶι Ῥυνδάκου στόματι, Κυζίκωι, Πριάπῳ, Παρίῳ, Λαμψάκῳ, | |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]σωι, Γαργάρωι, Ποροσελήνηι, Ἀντάνδρωι, Ἀστυρίοις, Ἀδραμυτείωι, Ἀταρνέᾳ, Πιτάνηι, Ἐλαίᾳ, Μυρείνηι, τῇ πάλαι | |
25 | [․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․ Κ]ολοφῶνι, Τέωι, Ἐφέσωι, Πριήνηι πρὸς τῶι Μαιάνδρου στόματι, Μειλήτῳ, Ἰάσωι, Βαργυλίοις, Κεράμωι, |
[․․․․․․․․․․․․․․․․․c.38․․․․․․․․․․․․․․․․․] Π̣έργηι, Μαγύδωι, Φασηλίδι, Σίδηι Κορυφῆι ὁ κατὰ γῆν εἰσάγων ἐν τούτοις τοῖς τόποις προσφω- | |
[․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․] πρὸ τῶν βασιλείας ἢ ἐλευθέρων πόλεων ἢ ἐθνῶν ἢ δήμων ὑπάρχῃ ἐπὶ τοῦ τελώνου ἢ ἐπι- | |
[․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․]κείνου χωρὶς δόλου πονηροῦ προγεγραμμένος ᾖ ὅπερ κατὰ τοῦτον τὸν νόμον ἀπογράφεσθαι | |
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․ ἀπ]ογράφεσθαι εἰσαγαγεῖν. ὁ τὸ τέλος ἐξηγορακὼς ἐν αἷς ἂν πόλεσι καὶ τόποις ἐν τῶι τῆς ἐκμισθώ- | |
30 | [․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․ κ]ατὰ θάλασσαν καὶ ὁ κατὰ γῆν εἰσάγων ἢ ἐξάγων τῶι τελώνηι προσφωνῆι καὶ ἀπογράφηται ἐὰν βούληται |
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․]ης ἢ ἀπογραφῆς ἢ οἰκήσεως χάριν ἀνὰ ἓν ἐποίκιον ἐχέτω, ἐφ’ ὧι οὔτε ἐν ἱερῶι οὔτε ἐν τεμένει οὔτε ἐν | |
[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․ π]α̣ραφυλακὰς ἐχέτωσαν, παρὰ ποταμῶι δὲ Ῥυνδάκωι μίαν παραφυλακὴν ὃς ἂν τόπος τῆς ἐπα̣[․․c.8․․․]ς ταύτη[ς] | |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․ τ]ούτοις θαλάσσηι λιμὴν πρόσκειται τούτων ἐν ἑκάστωι λιμένι ἀνὰ μίαν παραφυλακὴν ἐκ περιο[․․]υ ἐὰν | |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]․․ν καὶ ἐπὶ τῆς ἀγχιθαλάσσου δὲ παραποντίας καὶ περὶ τοὺς ἐλευθέρους ὅρους τῆς ἐπαρχείας, ἐὰν βουλων | |
35 | [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]γυτερον ἑνὶ ἑνὸς τόπου μῆκος ποδῶν τριάκοντα ᾠκοδομημένον ἢ περιπεφραγμένον ἔχωσιν καὶ ἐφ’ ᾧ μήτε |
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ μ]ήτε ἐν τόπωι ἀνετῶι μήτε ἐγγυτέρωι ἐποικίωι ποδῶν ἐνενήκοντα ὃ ἐποίκιον πρότερον ὑπάρχῃ ᾠκοδομημένον | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]μην ἐγγυτέρωι τείχει ποδῶν ἑκατὸν ᾠκοδομημένον ἐχέτωσαν μήτε ἐν ἑκάστηι τῶν παραφυλακῶν τούτων | |
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]․․․ων ἐχέτωσαν, ἐφ’ ᾧ τῶν παραφυλακῶν τούτων τὸ μεταξὺ διάστημα ὀγδοήκοντα σταδίων ἔσται ἐκτὸς τῶν | |
[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]τε μὴν ἥττων παραφυλακὴ ἀπὸ παραφυλακῆς μείζονος τεσσαράκοντα σταδίων μηδὲ ἀποτέρω τῶν τῆς ἐπαρχείας | |
40 | [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]․ν σταδίων διεστηκέτω. ἐὰν μήτε τελώνης μήτε ἐπίτροπος κατὰ τοῦτον τὸν νόμον ᾖ α̣ὐ̣τ̣όθι, ὧι τις προσφωνήσηι |
[․․․․․․․․․․c.25․․․․․․․․․․․] τ̣οῦτο ὑπάρχῃ, ἥτις ἂν πόλις ἔγγιστα ἐκείνωι τῶι τόπῳ ᾖ̣, παρὰ τῶι ἐν αὐτῇ τὴν μεγίστην ἀρχὴν ἔχοντι ἀπογραφέσθωσαν | |
[․․․․․․․․․․c.24․․․․․․․․․․]μισθώσεως νόμον μὴ ᾖ διατεταγμένον παρά τινι δέ̣ῃ ποιεῖσθαι τὰς ἀπογραφάς, ἐάν τινες παραφυλακαὶ | |
[․․․․․․․․c.20․․․․․․․․]υ̣ς ὅ̣ρους τῆς ἐπαρχείας ὦσιν, αἵτινες ἂν τούτων παραφυλακαὶ δύο ἔγγιστα αὐτοῖς ὑπάρχωσιν ἐκείνωι τῶι τόπωι δι’ οὗ | |
[․․․․․․․․c.20․․․․․․․․]χ̣ε̣ι̣αν μελλήσει ἐπὶ ὁποτέρας οὖν τούτων τῶν παραφυλακῶν θελήσῃ πρὸ τοῦ ἐξάγειν ἢ εἰσάγειν προσφωνείτω καὶ ἀπο- | |
45 | [․․․․․․․․․․․c.26․․․․․․․․․․․] ἐξελέσθαι ἢ εἰσαγαγεῖν ἢ ἐξαγαγεῖν κατὰ θάλασσαν, ἅ τε ἂν κατὰ γῆν εἰσάγῃ ἢ εἰσελαύνῃ ἢ εἰσκομίζῃ ἢ ἐξάγῃ ἢ ἐξελαύνῃ |
[․․․․․․․․․c.23․․․․․․․․․․]ν̣ τειμάσθωι ὃ μὲν ἂν ἵστασθαι δέῃ, τούτου τὸν σταθμόν ὃ δ’ ἂν ἀριθμηθῆναι δέῃ, τούτου τὸν ἀριθμὸν ὀρθῶς λεγέτω ἐὰν | |
[․․․․․․․․․c.23․․․․․․․․․․]μ̣α ἐκεῖνο καὶ τὸ ὤνιον τοῦ τελώνου ἔστω καθόλου ἐπάνεσις ἔστω τοῦ τελών̣ο̣υ̣, ἐὰν βούληται τὸ ὤνιον ἠγορασμένον ἔχειν | |
[․․․․․․c.17․․․․․․․]․ τὸ ἀργύριον ἐντὸς δυεῖν ἡμερῶν εὑλυτήσει ὑφαιρεθέντος τοῦ τέλους ὃ ἄν̣ τ̣ι̣ς̣ κατὰ τοῦτον τὸν νόμον δέῃ προσφωνῆσαι | |
[․․․․․․․․c.21․․․․․․․․․ ε]ἰσαγωγῆς ἢ ἐξαγωγῆς, οὗτος ἐξ οὗ ἂν τόπου ἐμβάληται ἢ ἐξαιρῆται ἢ εἰσάγῃ, ὃς ἂν τόπος ἔγγιστα ἐκείνωι ὑπάρχῃ, ὅπου ἂν | |
50 | [․․․․․․․c.19․․․․․․․․ τ]ὸν νόμον ἐκεῖ προσφωνείτω· οὗ δὲ ἄν τις ἀπογράψηται καὶ τειμίζηται εἰσαγωγήν, ἐκεῖ ἅπαξ ἀπογραφέσθω ποῦ εἰσάγειν ἢ |
[․․․․․․․c.19․․․․․․․․ ἄ]πωθεν τοῦ τόπου ἐκείνου ὃν ἀπογράψηται μακρότερον ποδῶν πεντακοσίων ἐξαιρείσθω μήτε ἐμβαλλέσθω μήτε ἐξαγέτω | |
[․․․․․․c.16․․․․․․ προσ]φ̣ωνήσῃ ἢ ἀπογράψηται βούλεσθαι ἑαυτὸν ἐμβαλέ̣σ̣θαι ἢ ἐξελέσθαι· ὃ δὲ ἂν ὑπεναντίον τούτοις γένηται, τὸ πρᾶγμα ἐκεῖνο | |
[․․․․․c.15․․․․․․]ο̣υ̣ ἔστω. ἀναπόγραφον μηδεὶς ἐμβαλλέσθω̣ μ̣η̣δὲ ἐξαιρείσθω μηδὲ ἐξαγέτω μήτε μὴν νυκτὸς ἐμβαλλέσθω μηδὲ | |
[․․․․c.12․․․․]․ τῶν προγεγραμμένων τόπων ἐμβαλλέσθω μηδὲ ἐξαιρείσθω μηδὲ ἐξαγέτω μηδὲ κατὰ γῆν εἰσβαλλέτω μηδὲ ἐκβαλλέτω μηδὲ | |
55 | [․․․․c.13․․․․․]․η̣τω· ἐὰν δ’ ὑπεναντίον τι τούτοις γένηται, τὸ πρ[ᾶγ]μα ἐκεῖνο καὶ τὸ ὤνιον τοῦ τελώνου ἔστω. [ ․c.3․]ν τοῦτο ὑπάρχῃ, ὁπότερον ἂν ὁ τελώ- |
[νης ․․․c.10․․․] ἐνεχύρου λῆψις ἔστω. ἐν οἷς ἂ̣ν̣ τόποις κατ̣ὰ̣ [τοῦ]τον τὸν νόμον τελώνιον δημοσιώνου ὑπάρχῃ, ἐν τοῖς τόποις τούτοις τέλος ἢ μισθὸν | |
[․․․․c.13․․․․․]τ̣ρ̣οπ̣ος λαμβανέτω. ὃς ἂν ὑπεναντίον τι τούτοις λάβῃ ἢ ποιήσῃ, ἐφ’ ᾧ τις λάβῃ ὅσου ἂν ᾖ τὸ ὑπεναντίον τούτοις γεγονός, εἰς τό τε πρᾶγ- | |
[μα ․․․․c.13․․․․․]ιακεκρίσθω καὶ τοῦ χρήματος τούτου ἐνεχύρου λῆψις ἔστω. τούτοις τῶν πραγμάτων τούτων τέλος μὴ ἔστω μήτε τις διδόναι ὀφειλέτω | |
[․․․․․c.14․․․․․]․ν δήμου Ῥωμαίων φέρωσιν καὶ ὃ ἂν θείου ἕνεκεν πράγματο̣ς̣ ἢ δημοσίων χάριν πραγμάτων δήμου Ῥωμαίων τινὲς κομίζωσιν ἢ ἄγωσιν | |
60 | [․․․․c.13․․․․․]ρησιν τότε ἄγωσιν [․․․]ωσιν καὶ ὃ ἂν εἰς διατροφὴν ἔχωσιν ἐκείνης ἕνεκεν τῆς πορείας χωρὶς δόλου πονηροῦ, ἐάν τέ τι τῶν δημοσίων |
[․․․․․c.14․․․․․]ο̣υ δήμου Ῥωμαίων δημόσιαι φέρηται, ὑπέρ τε χαλκοῦ καὶ ἀργύρου κεχαραγμένου, νομίσματός τε ἠριθμημένου, ὑπέρ τε νεὼς καὶ σκευῶν | |
[․․․․c.12․․․․]σῃ ἢ πιπράσκῃ τέλος μ̣ὴ̣ διδότω ὑπὲρ σωμάτων καὶ κτηνῶν, ἅπερ ἂν οἴκοθεν ἄγωσιν ἢ παραπέμπωσιν πρὸς τὴν ἰδίαν χρῆσιν ταύτης τῆς | |
[․․․c.10․․․] ὑπὲρ βυβλίων, δέλτων, γραμμάτων, ἐνγράφων, ὑπέρ τε ὑποδημάτων καὶ δακτυλίων οἷς χρῆσθαι εἰώθασιν ἐν τῆι ἀποδημίαι ταύτηι δίχ̣α̣ | |
[․․․․c.12․․․․] οἷς τε ἂν διατρέφωνται στρατιώτης ἢ ναύτης ἢ ἀντιστρατιώτης ἢ ἀντιναύτης, ὃς ἂν ᾖ πραγμάτων ἕνεκεν δήμου Ῥωμαίων, ὅστε ἂν | |
65 | [․․․․c.12․․․․]․ωνιον λαμβάνῃ, ὅπερ ἂν τότε πρὸς τὴν ἰδίαν χρῆσιν κομίζῃ, ᾧ τε ἂν χρῆ̣τ̣α̣ι̣ τότε ἐν ἐκείνωι τῶι στρατεύματι εἰς ὃ ἂν πορεύηται, τέλος [․․․] |
[․․․․․․c.16․․․․․․]․ν φόβου πολεμίων χάριν εἰσηγμένον ἢ ἐξηγμένον ὑπάρχῃ, ὃ ἂν μηκέτι [․․․]σιμον ὑπάρχῃ λίθον ἢ̣ τ̣ὴ̣ν̣ πέτραν ἃ ἂν χρυσοῦ, ἀργύρου, | |
[․․c.8․․․]․․ου, μολύβου, χρυσοχάλκου ἕνεκεν ἦι ὠρυγμένα, τούτων ὅτι ἂν [․․]ρ̣η̣ται τέλος μὴ διδότω· μη̣δ̣ὲ μὴν ὕδατος τέλος τις ὀφειλέτω. ἐποίκια | |
[․c.6․․ βασ]ιλικοὺς οὓς Βασιλεὺς Ἄτταλος Εὐμένους υἱὸς τελωνίας χάριν εσ[․c.4․]η․σ̣․λλ․․ομλ․․ καρπευέσθω· ταῦτά τε ὁποῖα ἂν παραλάβῃ | |
[․․c.8․․․ δημ]οσιώνῃ ἀνδρὸς ἀγαθοῦ ἐπικρίσει παραδιδότωι. αἵτινες πόλεις ἢ ἔ̣θνη ὑ̣π̣ὸ̣ Β̣α̣σιλεῖ Ἀττάλ[ωι Εὐ]μ̣έ̣νους υἱῶι οὐκ ἐγένοντο, ἐν οἷς τόποις ἢ | |
70 | [․․․c.11․․․․]ς τελώνηι κατὰ τὸν τῆς μισθώσεως νόμον ἀπογράψασθαι προσφωνῆσαι δεήσει, τούτων ἐν ἑκά̣σ̣τ̣ηι πόλει πρὸς θαλάσσηι εἰς τὸ προσ |
[․․c.8․․․ ἀπο]γράφεσθα̣ι̣ ἕκαστον ἐποίκιον, μῆκος ποδῶν τεσσαράκοντα, πλάτος ποδῶν τεσσαράκοντα, ἐ̣ν̣ δ̣ημοσίωι τόπωι [․c.4․] μήτε ἐν ἱερῶι μήτε | |
[․․․c.10․․․ κ]αὶ τῶι τελώνηι οἰκοδομῆσαι ἐξέστω. οὗ πράγματος δεκάτας καρπῶν ἀροτῆρ̣σ̣ι ποριζομένων ἢ ιʹ μέρος οἴνου καὶ ἐλαίου τῶι δημοσιώνῃ δίδοσθαι | |
[․․․c.11․․․․]ιων ἕνεκεν, τούτω̣ν δημοσιώνην καρπεύεσθαι τὸ τέλος ὡς ἐξεμίσθωσαν Λούκιος Ὀκτάουιος, Γάϊος Αὐρήλιος Κόττας ὕπατοι ἐξ Ἀσίας εἰς Ἀσίαν | |
[․․․c.11․․․․]․ ἄγηται, ἐφ’ ᾧ μὴ̣ ἐπὶ ἀποστερήσει μᾶλλον τοῦ τέλους τούτου γένηται τῆι μετακομιδῆι τ̣ῇ̣ ἡλ̣ιαρίῳ̣ τὸ πρᾶγμα, ὑπὲρ τούτου τέλος μὴ διδόσθω. οὓς | |
75 | [․․․c.9․․․ δη]μοσιώνης ἐξ Ἀσίας εἰς Ἀσίαν εἰσαγάγῃ ἢ ἐξαγάγῃ, οὗ τέλος Λούκιος Ὀκτάουιος, Γάϊος Αὐρήλιος ὕ̣π̣α̣τοι ἐξεμίσθωσαν, ὑπὲρ τούτου τέλος μὴ |
[․․․c.9․․․ ὑ]πὲρ πλοίου καὶ τῶν τοῦ πλοίου σκευῶν καὶ ὑπὲρ δούλων καὶ ὧν ἁπάντων, οὓς ἂν ἢ ἃς ἂν οἴκοθεν ἄγωσιν ἢ παραπέμπωσιν, ὑπὲρ βυβλίων | |
[․․․c.11․․․․]ν οἷς ἂν γράμματα γεγραμμένα ᾖ, καὶ ὑφ’ οὗ ἂν διατρέφωνται, ὑπέρ τε κτηνῶν ἅπερ ἄν τις οἴκοθεν ἄγῃ ταύτης χάριν τῆς πορείας, ὑπὲρ τούτων | |
[․․․c.9․․․]ων τέλος μὴ διδόσθω. ἥτις ἂν γῆ ἐξ Ἀσίας εἰς Ῥώμην κατὰ τὴν γεωρυχικὸν νόμον ἐξάγηται, ὑπὲρ [τῆς] γῆς ταύτης σκευῶν τε, ἐν οἷς ἂν αὐτ̣ὴ̣ ὑπάρχῃ | |
[․․c.8․․․]δ̣οτων ἑκατὸν λείτρων ἀσσάρια τέσσαρα πλεῖον ὑπὲρ τῶν πραγμάτων τούτων τέλος μὴ ὀφειλέσθω. ἐάν τις ὑπεναντίον τούτοις κατα | |
80 | [․․c.8․․․]․․․ δόλωι πονηρῶι ὥστε τὴν γῆν μὴ παρενεχθῆναι τότε, ὅσον ἂν ἦι κατεσχημένον, τούτου ὁ τελώνης τῶι παρακομίζοντι διπλοῦ ἔνοχος ἔστω |
[․․c.8․․․]․c.5․ τούτου ἐνεχύρου λῆψις ἔστω κοινωνοῖς τοῖς τὰ γεωρύχια ἠργολαβηκόσιν. ἥτις ἂν χῶρα ὑπὸ γνώμῃ ἢ ἐξουσίαι τοῦ Ῥωμαίων δήμου ὑπάρχῃ | |
[․․c.8․․․]․․c.7․․ς χώρας ταύτης ἢ οἰκίας πρὸς τὴν ἰδίαν χρῆσιν εἰς χῶραν ἢ οἰκίαν πρὸς τὴν ἰδίαν χρῆσιν ἐξάγῃ ἢ εἰσάγῃ, ὑπὲρ τούτου τέλος εἰσαγωγῆς καὶ | |
[․․c.8․․․]․․c.7․․ οὓς ἐκ συνθήκης γενομένης μετὰ Ῥωμαίων τέλος ἐξαγωγῆς ἢ εἰσαγωγῆς τινων πραγμάτων διδόναι οὐ δεῖ, οὗτοι τούτων τῶν πραγμά[των] | |
[․․c.8․․․]․․c.7․․ διδότωσαν. Λούκιος Γέλλιος, Γναῖος Λέντλος ὕπατοι προσέθηκαν· ὃ ἄν τις πρὸς τὴν ἰδίαν χρῆσιν εἰς ταύτην τὴν χῶραν ἢ τὴν πόλιν ἧ[ς] | |
85 | [․․c.8․․․]․․c.8․․․ εἰσάγῃ κυκλεύων τε εἰσκομίζῃ, ὑπὲρ τούτου τέλος μὴ διδότω ὅτε ἂν ἐξ ἐκείνης τῆς χώρας ἢ τῆς πόλεως, ἧς πολειτείας αὐτὸς οὐκ ἔσται, |
[․․c.8․․․]ά̣γ̣ῃ̣ εἰσκομίζῃ, ἀπογραφέσθω καὶ ὑπὲρ τούτου τέλος διδόναι ὀφειλέτω· καὶ τούτου τοῦ πράγματος ὥσπερ τῶν λοιπῶν πραγμάτων ἀγωγὴ καὶ ἐνεχύ- | |
[ρου λῆψις ἔστ]ω̣. ὃ ἄν τις κατὰ τοῦτον τὸν νόμον ἀπογράψηται, κατὰ τὴν τείμησιν τοῦ πράγματος τούτου τῶι τελώνηι τέλος εὐλυτείτωι. ἐὰν οὕτως μὴ ποιήσῃ, τῷ διπλῷ | |
[․․c.8․․․]τω καὶ τοῦ πράγματος τούτου τῶι τελώνῃ ἀγωγῆι καὶ ἐνεχύρου λῆψις ἔστω. Γάϊος Φούρνιος, Γάϊος Σειλανὸς ὕπατοι προσέθηκαν· αἵτινες πολειτεῖαι̣ | |
[․․c.8․․․]νη καὶ οἵτινες δ[ῆμ]οί εἰσιν ἔξω διοικήσεων Ἐφεσίας καὶ ἔξω διοικήσεως Μειλησίας καὶ ἔξω διοικήσεως Ἁλικαρνασσίας καὶ ἔξω διοική- | |
90 | [σεως Σμυρν]αίας καὶ ἔξω διοικήσεως Περγαμηνῆς καὶ ἔξω διοικήσεως Ἀδραμυτικῆς καὶ ἔξω διοικήσεως Ἑλλησποντίας καὶ ἔξω διοικήσεως Σαρδιανῆς |
[καὶ ἔξω διοι]κήσεως Κιβυρατ̣ι̣κῆς καὶ ἔξω διοικήσεως Ἀπαμηνῆς καὶ ἔξω διοικήσεως Συνναδικῆς καὶ ἔξω διοικήσεως Λυκαονικῆς ε̣[․c.4․]αυται ἀγοραί εἰσιν | |
[․․c.8․․․] τούτων τῶν διοικήσεων πόλεις, ἔθνη, δῆμοι νόμωι ἢ δήμου κυρώσει ἢ συγκλήτου δόγματι ἢ χάριν Αὐτοκράτορος Καίσαρος Σεβαστοῦ δημαρ- | |
[․․c.8․․․]ιας, ἵνα μ[․c.5․]ος τῶν ἰδίων ὅρων τέλος διδῶσιν μήτε ἐντὸς τῶν ἰδίων ὅρων πορρώτερον σταδίων ὀκτὼ παραφυλακὴν ἔχωσιν, ὑπεξείρ̣ηνται | |
[․․c.8․․․]εων εν[․․․]ι τῶν προγεγραμμένων ἕτεραί εἰσιν ἐπαρχεῖαι προσνενεμημέναι, αὗται αἱ πολιτεῖαι καὶ ταῦτα τὰ ἔθνη καὶ οὗτοι οἱ δῆμοι τέλος | |
95 | [․․c.8․․․]ων ὅρων̣ [․․] δώσουσιν οὔτε παραφυλακὴν μακροτέρωι σταδίων ὀκτὼ ἐπιδέξονται, ἔν τε τοῖς ὅροις, οἵτινες ὁμοροῦσι τοῖς οὕτως ὑπεξῃρμένοις |
[․․c.8․․․]ς καθα[․․․]αρχειαι Ἀσίαι τέλους εἰσπράξεως χάριν παραφυλακὰς καθιστάτω καὶ τέλη εἰσπρασσέτω ὡς κατὰ τοῦτον τὸν νόμον δεῖ. οἱ | |
[αὐτοὶ προσέθηκ]αν· ὧν πραγμάτων Οὐηδίωι Πωλλίωνι συγκλήτου δόγματι ἀτέλεια δέδοται, ὅσῳ ἂν πλεῖον δηναρίων μυρίων, τούτων τῶν πραγμάτων τὸ | |
[․․․c.9․․․]․ερος τῶι δημοσιώνηι δοθήσεται. οἱ αὐτοὶ προσέθηκαν· ὑπὲρ σωμάτων ἑκάστης κεφαλῆς πλεῖον τοῦ ἐν τῶι τειμευτητικῶι νόμωι | |
[․․․c.9․․․]․μενου ἠσφαλισμένου εἰσαγωγῆς μὲν δηνάρια δύο ἥμισυ ἐξαγωγῆς δὲ δηνάριον ἓν ὁ δημοσιώνης λαμβανέτω. οἱ αὐτοὶ | |
100 | [προσέθηκαν· ὁ δ]ημοσιώνης ὁ παρὰ τοῦ δήμου τὴν τῶν τελῶν ἀνάπραξιν ἐργολαβήσας, ὧι ἂν ἔτει καρπεύεσθαι δέξηται, εἰδοῖς Ὀκτωβρίαις δευτέραις |
[․․․․․c.14․․․․․]․ιωι διευλυτεῖν ὀφειλέτω καὶ τοῖς λοιποῖς ἔτεσιν ὁμοίως εἰδοῖς Ὀκτωβρίαις καθ’ ἕκαστον ἔτος. οἱ αὐτοὶ προσέθηκαν· δημοσιώ- | |
[νης ․․c.8․․․]λων εἴσπραξιν ἐργολαβήσας πραισὶ καὶ ἐνγαίοις δημοσίᾳ διικ̣ανοδοτείτω ἐπικρίσει Γαΐου Φουρνίου, Γαΐου Σειλανοῦ ὑπάτων ἢ τῶν | |
[․․․c.11․․․․] αἰραρίου στρατηγῶν. ἡ προθεσμία τοῦ χρήματος εἰδοὶ Ἰανουάριαι πρῶται. Πόπλιος Σουλπίκιος Κουιρεῖνος, Λούκιος Οὐάλγιος | |
[Ῥοῦφος ὕπατοι πρ]οσέθηκαν· τέλος κατὰ θάλασσαν καὶ κατὰ γῆν εἰσαγωγῆς καὶ ἐξαγωγῆς ἐντὸς ὅρων καὶ λιμένων Ἀποικίας Σεβαστῆς Τρωάδος ὑπε[․] | |
105 | [․․․․c.12․․․․ ἀ]ποικία αὕτη καρπεύηται· τὰ λοιπὰ κατὰ τὸν νόμον. ὃς ἂν παρὰ τοῦ δήμου τὴν τελωνίαν μισθώσηται, τούτωι προέγγυον ἐν τρισὶ |
[․․․․c.12․․․․]στα αἷς ἂν μισθώσηται ἐφ’ ἡμῶν ἀλλάξαι ἔξεσται, μήτε ὁ προέγγυος τὴν δημοσιωνίαν ταύτην καρπευέσθω πρὶν ἢ ἐνγαίοις καὶ | |
[․․․․c.12․․․․]․ περὶ ἐγγαίων ἀσφαλίσασθαι ἐπικρίσει Ποπλίου Σουλπικίου Κουιρείνου, Γαΐου Οὐαλγίου Ῥούφου ὑπάτων καὶ τῶν π̣ρ̣ο̣ε̣στώτων | |
[․․․․c.13․․․․․]ηγων, καὶ ὁ ἐξηγορακὼς ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτη ἑξῆς πέντε κα̣ρ̣π̣ε̣υ̣έσθω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον | |
[․․․․c.12․․․․ Τι]βέριος Κλαύδιος Νέρων τὸ βʹ, Λεύκιος Καλπούρνιος Πείσων ὕπατοι προσέθηκαν· ἐν ἡμέραις εἴκοσι ταῖς ἔγγιστα τὸν αὐθέντη[ν] | |
110 | [․․․․․c.14․․․․․ ὁ δ]ημοσιώνης ὁ τὴν τελωνείαν μισθωσάμενος ἀναδόχοις καὶ ἐνγαίοις τῶι δήμωι ἀσφαλιζέσθω ἐπικρίσει Τιβερίου Κλαυδίου̣ |
[․․․․․c.14․․․․․] Καλπουρνίου Πείσωνος ὑπάτων καὶ τῶν προεστώτων τοῦ αἰραρίου ἄχ̣ρι τοῦ π̣ε̣ν̣τ̣α̣π̣λ̣ο̣ῦ̣ ὅσου ἂν τὴν δημοσιωνίαν ἐργολα- | |
[․․․․․c.15․․․․․․] καὶ ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων τοῖς ἑξῆς ἔτεσιν πέντε καρπευέσθω· τ̣ὰ̣ λοιπὰ κ̣α̣τ̣ὰ̣ τ̣ὸ̣ν αὐτὸν νόμον ἑκ̣ά̣σ̣τ̣ου ἔτους. | |
[․․․․․c.14․․․․․]λλος, Κόϊντος Φαβρίκιος ὕπατοι προσέθηκαν· ἐάν τις περὶ τῶν τελῶν τ̣ο̣ύ̣τ̣ω̣ν̣ π̣ρ̣ὸ̣ς̣ δ̣η̣μ̣οσιώνην ἢ̣ ἐ̣[πίτρο]πον συνθῆται | |
[․․․․․․c.16․․․․․․] νόμιμον ἔστωι. οἱ αὐτοὶ προσέθηκαν· ὃ ἂν κατὰ τοῦτον τὸν νόμον [․c.5․] ἐ̣[νε]χ̣ύ̣ρ̣ι̣ο̣ν̣, τοῦτο ἐν ἡμ̣[έραις] τ̣ρ̣ι̣άκοντα | |
115 | [․․․․․․․c.19․․․․․․․․]․ ἐὰν μὴ ἐπιλυθῇ, τοῦ ἐνεχυράσαντος ἔστω. Λεύκιος Οὐαλέριος Οὐόλεσος, Γναῖ̣ο̣ς̣ Κ̣ί̣ν̣ν̣ας Μάγνος ὕπατοι προσέθηκαν· |
[․․․․․․c.16․․․․․․] νόμου τούτου ἀμφισβήτησις γένηται, ὑπὲρ ταύτης στρατηγοῦ τοῦ δικαιοδοτοῦντ̣ο̣ς̣ μ̣εταξὺ Ῥωμαίων καὶ ἀλλοεθν[ῶν] | |
[․․․․․․c.16․․․․․․]․τε δόσις ἔστω. οἱ αὐτοὶ προσέθηκαν· ὃς ἂν νοουίκιον δοῦλον ἢ δούλ̣η̣ν̣ εἰς ἐπαρχ̣είαν Ἀσίαν εἰσάγῃ ἢ ἐ̣ξάγῃ, π̣ρ̣[ὸς] | |
[․․․․․․c.17․․․․․․․]ροπον αὐτοῦ ἀπογραφέσθω παρὰ τούτωι, ὃς ἂν φανερῶς ἐν τῶι τελω̣νίω̣ι̣ ᾖ προγεγραμμένος, ἐν οἷς ἂν τόποις δημο- | |
[․․․․․․․c.18․․․․․․․]λωνιας ὑπάρχῃ καὶ τὸ σῶμα τοῦτο τῆι τῶν κοινωνῶν σφραγεῖ̣δι σφ̣ρ̣α̣γισθὲν ἐξαγέτω κ̣α̣ὶ̣ εἰσαγέτω ἐὰν ἐν τῶι τελω- | |
120 | [․․․․․․․․c.20․․․․․․․․]․․τροπος ὑπάρχῃ τότε ἐν τῆι ἔγγιστα πόλει, ὃς ἂν τὴν μεγίστην ἀρχ̣ὴ̣ν̣ ἔ̣χ̣ῃ̣, πα̣ρὰ τούτ̣ωι ἀπογραφέσθω. οἱ |
[․․․․․․․․c.20․․․․․․․․]․․․κ̣ιον δοῦλον ἢ δούλην κατὰ θάλασσαν εἰσαγάγῃ καὶ ἐξαγάγῃ, ἐπ̣’ ἴ̣σ̣η̣ς̣ ἔστω̣ ὡσανεὶ κατὰ γῆν εἰσήγαγεν | |
[․․․․․․․․․c.23․․․․․․․․․․] ἅπαξ τὸ εἰσαγώγιον δῷ. οἱ αὐτοὶ προσέθηκαν· ὁ κογχυλίωι ὀστρίωι ἰχθύϊ θαλασσίωι νεαρῶι χρώμενος το | |
[․․․․․․․․․c.22․․․․․․․․․]δ̣ιδότω. οἱ αὐτοὶ προσέθηκαν· τὸν αὐθέντην ἐπὶ τῶν ἑκά̣σ̣του ἔ̣τ̣ο̣υ̣ς ἐσομένων στρατηγῶν ἐξεῖναι αλλα | |
[․․․․․․․․c.21․․․․․․․․․]νιαν ἐξαγοράσας ἀναδόχοις καὶ ἐνγαίοις τῶι δήμωι διικανοδοτείτω ἐπικρίσει Λευκίου Οὐαλερίου Οὐολέσου, | |
125 | [․․․․․․․․․c.23․․․․․․․․․․ στ]ρατηγῶν τῶν προεστώτων τοῦ αἰραρίου ἄχρι τοῦ πενταπλοῦ ὅσου τὴν δημοσιωνίαν καρπευθησομένην ἐξαγορα̣- |
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․]ριων τῶν ἔγγιστα ἐσομένων ἔτεσιν ἑξῆς πέντε καρπευέσθω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον ἑκάστου ἔτους. | |
[․․․․․․․․․․․c.26․․․․․․․․․․․]․ ὕπατοι προσέθηκαν· ὃς ἂν τὴν δημοσιωνίαν ταύτην μισθώσηται, ἀπὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτηι ἑξῆς̣ | |
[․․․․․․․․․․c.25․․․․․․․․․․․ κ]ατὰ τὸν αὐτὸν νόμον ἑκάστου ἔτους. οἱ αὐτοὶ προσέθηκαν· περὶ ὧν Αὐτοκράτωρ Καῖσαρ Σεβαστὸς ἐπέκρεινεν̣ | |
[․․․․․․․․․․․c.27․․․․․․․․․․․․ τ]ῶι κοινῶι τησιασ ὀνόματι παρ’ αὐτοῦ αἰτησαμένων ἀνῆκέν τε ἢ ἀντέγραψεν, ὅπως | |
130 | [․․․․․․․․․․․c.27․․․․․․․․․․․․]․τηριδα ἀτέλεια ὑπάρχῃ ἡμερῶν τριάκοντα [․․] ἐπέκρεινεν τοῖς τε πρεσβευταῖς ἀνῆκεν ἢ ἀντέγραψεν |
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]α ἀτελεια τοῦ λιμένος τούτου ὑπεξαιρῆ̣τ̣α̣ι̣ μ̣ήτε τις ὑπὲρ τοῦ εἰσαχθέντος ἢ εἰσενεχθέντος τέλους ὀνομα- | |
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]ε̣ινος οὗ κατὰ τὸν νόμον τῆς δημοσιωνίας ἡ ἀγωγὴ ἔσται, ὑπὲρ τοῦ ἐν ἐκείναις ταἱς ἡμέραις εἰσαχθέντος | |
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․] ε̣ἰσπρασσέτω· τὰ λοιπὰ κατὰ τὸν αὐ̣τ̣ὸν νόμον ἑκάστου ἔτους. Μᾶρκος Σειλανός, Λεύκιος Νωρβᾶνος | |
[ὕπατοι προσέθηκαν· ․․․․․c.14․․․․․] ἀ̣πὸ εἰδῶν Ἰανουαρίων πρώτων ἐπὶ ἔτη ἑξῆς πέντε καρπεύεσθαι ὀφειλέτω καὶ ἐν ἡμέραις αὐτῶι δέκα | |
135 | [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․]ων τὸν προέγγυον ἀλλάξαι ἐξέστω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον ἑκάστ̣ο̣υ ἔτους. Γάϊο[ς] |
[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․] Π̣ρόκλος ὕπατοι προσέθηκαν· ὁ μισθωσάμενος ἔτεσι πέντε τοῖς ἑ̣ξ̣ῆ̣ς̣ τὴν δημοσιωνίαν τοῦ | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․] μεμισθωμένη ἦν, οὕτως καρπευέσθω ἐφ’ ᾧ ἡ ἀρχὴ τῆς μισθώσεως α̣ἱ̣ εἰδοὶ Ἰανουάριαι αἱ ἔγγισ[τα.] | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]․ιος ὕπατος προσέθηκεν· ὃς ἂν ταύτην τὴν δημοσιωνίαν μισθώσηται, ο̣ὗ̣τος τούτωι τῶι νόμωι | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ην μεμισθωμένην ἔτεσιν ἑξῆς πέντε καρπεύεσθαι ὀφειλέτω· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον. | |
140 | [․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․ ὕπ]ατοι προσέθηκαν· ὁ τὴν δημοσιωνίαν τοῦ τέλους τῆς Ἀσίας μισθωσάμενος τῶι αὐτῶι νόμωι καὶ κεφαλαί- |
[․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ με]μισθωμένην καρπεύεσθαι ὀφειλέτω οὕτως ἐφ’ ᾧ ἡ ἀρχὴ τῆς μισθώσεως ταύτης παρατηρηθῇ ἀπὸ εἰδῶν | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ς πέντε καὶ τούτωι τὸν προέγγυον ἐν ἡμέραις τρ̣ι̣άκοντα ταῖς ἔγγιστα, ἐν αἷς ἂν ὁ νόμος εἰς τὸ αἰράριον | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]γ̣ο̣ι̣ς̣ πρὸς τῶι τοῦ Κρόνου αἰραρίωι ἀλλάξαι ἔξεστι· τὰ λοιπὰ κατὰ τὸν αὐτὸν νόμον ἔτους ἑκάστου. | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]․․․ Π̣ομπεῖος Παυλλεῖνος ἐπιμεληταὶ τῶν δημοσίων προσόδων προσέθηκαν· ὁ μισθωσάμενος ἀπ[ὸ] | |
145 | [․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ων Ἰανουαρίων ἑνδεκάτων καρπεύεσθαι ὀφειλέτω ὡς ὁ πρὸ αὐτοῦ προέγγυος ἢ οἷς τὸ πρᾶγμα τοῦ̣ [․․․] |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ε̣ι̣νου τοῦ κεφαλαίου οὗ καθ’ ἕκαστον ἐνιαυτὸν ἐμισθώσατο κατὰ τὴν Νέρωνος Σεβαστοῦ Γερμ[ανικοῦ] | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]ν δημοσίων ὑποθέσθαι ὀφειλέτω. ἐάν τις ἀμφισβήτησις γένηται μεταξὺ τοῦ ταυ̣[․․․c.10․․․] | |
[․․․․․․․․․․․․․․c.33․․․․․․․․․․․․․․․]․ ἐπιτρόπωι Νέρωνος Σεβαστοῦ τῶι τῆς ἐπαρχείας ἀφηγουμένωι προση̣να̣ο̣[․․c.8․․․] | |
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]․ται. ὁ τὴν δημοσιωνίαν ταύτην μισθωσάμενος οὗτος ὅσον χρ[όνον ․․c.8․․․] | |
150 | [․․․․․․․․․․․․․․․․c.37․․․․․․․․․․․․․․․․․]σιώνην κατ̣η̣ν̣τ̣η̣σ̣ε̣κ̣α̣τ̣α̣ν̣τ̣η̣σ̣ειη εἴ τι δόλωι πονηρῶι τοῦ επ[․․․․c.12․․․․] |
[․․․․․․․․․․․․․․․․․c.39․․․․․․․․․․․․․․․․․․]ου ὁ δημοσιώνης λήψεται ἐὰν παρὰ τὸν ἐπάνω δη․ο[․․․․․c.14․․․․․] | |
[․․․․․․․․․․․․․․․․c.37․․․․․․․․․․․․․․․․․ ἐπι]μ̣ε̣λ̣η̣τ̣ῶ̣ν̣ τῶν δημοσίων προσόδων δια․․․[․․․․․․c.17․․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]․․c.8․․․ιη δόλωι πονηρῶι τινος αὐτ̣ο[․․․․․․c.16․․․․․․] | |
[․․․․․․․․․․․․․․․․․․c.40․․․․․․․․․․․․․․․․․․]․․․․c.12․․․․ νόμω̣ι̣ ἔ̣τ̣ο̣υ̣[ς —] | |
155 | [—]․c.6․․[—] |