Law concerning debts after war; c. 297/296 BC; found at Ephesos: Wood, Discoveries, App. 8, no. 1 (part); Dareste, Nouv. rev. hist. de droit franç. 1, 1877, 161-178 (part); GIBM 477 (part); Dareste & Haussoullier & Reinach 5 (part); FiE II no. 17; Syll3 364; Asheri, SCO 18, 1969, pp. 42-47, no.’s 21-22 and pp. 108-114; *IEph 4 (PH, part) and Add. p. 1.  
[ ] IEph 4 + Add. p. 1
A.1 οἱ δικασταί.   ἐξεῖναι δὲ τοῖς δικασταῖς, ἐὰν αὐτοῖς μὴ φαίνηται δικαστικὸν εἶναι τὸ πρᾶγμα, ἀλλ’ ὁ μὲν
γεωργὸς πλέονος τετιμῆσθαι, ὁ δὲ τοκιστὴς ἐλάττονο[ς], ἐξεῖναι αὐτοῖς τιμῆσαι, ὅσου ἄν δοκῆι καλῶς
ἔχειν·  τοῦ δὲ χ[ρ]έους μὴ εἶναι ἀντιτίμησιν.  ἐὰν δὲ ἡ μὲν τίμησις συνομολογῆται, τὸ δὲ
δάνειον διαμφισβητῆται, ἢ τὸ μὲν δάνεον [συν]ομολογῆται, ἡ δὲ τίμησις ἀντιλέγηται, περὶ τοῦ διαμφι-
5 σβητουμένου τὴγ κρίσιν εἶναι.   ἃ δ’ ἂν οἱ δικασταὶ κρίνωσιν, ἀναγράψαντες εἰς λεύκωμα οἱ εἰσ-
αγωγεῖς καὶ τὰς ἐπικρίσεις τὰς τῶν διαιτητῶν, ἃς ἂν ἐπὶ τοῦ δικαστηρίου συνομολογήσωσιμ, παραδότω-
σαν τοῖς ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις.  ὅταν δὲ παραλάβωσιν οἱ ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημέ-
νοι τὰς κρίσεις καὶ τὰς διαίτας, κληρούτωσαν ἐκ τῶν τριάκοντα τῶν ἡιρημένων ὑπὸ τοῦ δήμου καθ’ ἑκάστην
πενθήμερον ἄνδρας πέντε διαιρέτας τῶγ κτημάτων, κληρούτωσαν δὲ καὶ τοὺς τόπους ἀναγραψάμε-
10 νοι.  οἱ δὲ λαχόντες διαιρείτωσαν, καθ’ οὓς ἂν ἕκαστοι τόπους λάχωσιν, μὴ διασπῶντες μήτε τὰ τοῦ τοκιστοῦ
μέρ̣[η μ]ήτε τὰ τοῦ γεωργοῦ, ἀλλὰ τὰ μέρη τέμνοντες συνεχῆ ἀλλήλοις· καὶ ἀποδιδότωσαν τῆς γῆς τοῖς τοκισταῖς
[καὶ τοῖς γεωργοῖς κα]τὰ λόγον ἑκατέροις τῶν ἐνόντωγ χρημάτων, συλλογισάμενοι τό τε δάνεον καὶ τὴν τί-
[μησιν· ἐξαιρείτωσ]αν δὲ ἐν τῆι διαιρέσει τῆς χώρας ὁδοὺς πρός τε τὰ ἱερὰ καὶ πρὸς τὰ ὕδατα καὶ πρὸς τὰς ἐπαύ-
[λε]ι̣ς καὶ πρ̣[ὸς] τ̣άφους.   ἐὰν δέ τινες διαμφισβητήσωσιν τῆι γεγενημένηι διαιρέσει, ἐπαγγειλάτωσαν τοῖς
15 ἐ̣πὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις καὶ τῶι ὲπἱ τοῦ δικαστηρίου τεταγμένωι·  ὁ δὲ ἀποδεδειγμένος ἐπὶ
τοῦ δικαστηρίου ἐξαγέτω ἐπὶ τὸν τόπον· οἱ δὲ δικασταί, ἐάν τι δο̣κῆι αὐτοῖς μὴ δικαίως διηιρῆσθαι, ἀνισού-
τωσαν κατὰ λόγον ἑκάστοις προσνέμοντες τοῦ δανείου καὶ τῆς τιμήσεως.  τοὺς δὲ γενομένους ὑπὸ τῶν
διαιτητ[ῶ]ν ἢ τῶν δικαστῶν μ[ερι]σμ̣[ο]ὺς ἀνενεγκά[τ]ωσαν οἱ διαιτηταὶ καὶ οἱ
δικασταὶ ἐπὶ τ̣οὺς ἡιρημένους ἐπὶ τοῦ κοινοῦ πολέμου, ἀναγράψαντες τά τε ὀνό-
20 ματα τῶν ἀνδρῶν καὶ τοὺς τόπους καὶ τοὺς ὅρους τῶμ μερισμῶν.   οἱ δὲ ἡιρημ̣έ-
νοι γράψαντες εἰς λευκώματα παραδότωσαν τοῖς νεωποίαις θεῖναι ἐπὶ τὸ̣ ἔ̣δεθλον,
δ̣ότωσαν δὲ καὶ τῶι ἀν̣τιγραφεῖ τούτων ἀντίγραφα, ἵν’ ἐξῆι τῶι βουλομένωι τῶμ πο-
λιτῶν ἐφορᾶν τοὺς γεγενημένους μερισμοὺς τῶν ἐγγαίων, καὶ κοινὴμ μὲν διαίρεσιν
ταύτην εἶναι·  ἂν δέ πως ἄλλως πρὸς αὐτοὺς ὁμολογήσωσιν ὑπὲρ τῆς διαιρέσε-
25 ως καὶ ἀπογράψωνται π̣[ρὸ]ς̣ τοὺς ἐπὶ τοῦ κοινοῦ πολέμου, οὕτως αὐτοῖς εἶναι, ὡς ἂν ὁμο-
λογήσωσι πρὸς ἀλλήλο̣[υ]ς, ἀντίγραφα δὲ λαμβάνειν τὸγ γεωργὸν τῶν τοῦ τ[οκισ]-
τοῦ τοῦ αὐτῶι προσκοινωνοῦντος καὶ τὸν [τ]οκιστὴν τῶν τοῦ γεωργοῦ τοῦ αὐτ[ῶι προσ]-
κοινωνοῦντος τιμημάτωγ καὶ δανείων κ̣α̣[ὶ] ἐ̣πίτροπον ὑπὲρ ὀρφανοῦ καὶ τοὺς συ[νορφα]-
νιστάς, οὓς ἂν παραλαμβάνωσιν ἕκ[αστοι· ἄλ]λον δὲ μηθένα λαμβάνειν μηδὲ τοὺς
30 ἐπὶ τούτων τεταγμένους διδόναι [μηδὲ] αὐτοὺς λαμβάνειν· εἰ δὲ μή, ἐξώλη εἶναι
καὶ αὐτὸν τὸν λαβόντα καὶ ὃς ἂν ἕτέ[ρωι δ]ῶι, καὶ ὑπόδικον εἶναι καὶ τὸν λαβόντα καὶ
τὸν δόντα ὡς ἀπειθοῦντα καὶ ἐπιβουλεύοντα τοῖς συ<μ>φέρουσι τῆς πόλεως.   ὅσοι δὲ ἐπὶ
τοῖς ὑπερέχουσι δεδανείκασιν, εἶναι τὴγ κομιδὴν αὐτοῖς ἐκ τοῦ περιόντος μέρους τῶι
γεωργῶι, κἂν εἷς κἂμ πλείους ὦσι, τοῖς πρώτοις πρώτοις καὶ τοῖς ἄλλοις ἐπεξῆς, τὸν δὲ
35 [μερισ]μ̣ὸν εἶναι καί τούτοις καθάπερ καὶ τοῖς πρώτοις δανείσασιν.   εἰ δέ τινες
[ὑποθέ]ντες ἄλλοις κτήματα δεδανεισμένοι εἰσὶμ παρ’ ἑτέρων ὡς ἐπ’ ἐλευθέροις
[τοῖς κ]τήμασιν ἐξαπατήσαντες τοὺς ὑστέρους δανειστάς, ἐξεῖναι τοῖς ὑστέροις
[δανεισ]ταῖς ἐξαλλάξασι τοὺς πρότερον δανειστὰς̣ κ̣ατὰ τὸν συλλογισμὸν τοῦ κοινοῦ πο-
[λέμου] ἔχειν τὰ κτήματα· έὰν δὲ ἐνοφείληταί τι αὐτοῖς ἔτι, εἶναι τὴγ κομιδὴν τοῖς
40 [δανειστ]αῖς ἐκ τῆς ἄλλης οὐσίας τοῦ χρείστου πασῆς τρ̣ό̣πωι ὧι ἂν δύνωνται ἀζημίοις
[ἁπάση]ς ζημίας· ἂν δὲ καὶ ἔγγυος ἦι, εἶναι τὴν ἐκ τοῦ ἐγγύου κομιδὴν καθάπερ έκ τῶν
[τὰ μετέ]ωρα ἐγγυωμένων.   ὑπὲρ τῶν ἐγγύων τῶν ἐγγυωμένων πρὸς
[αὐτὰ] τὰ κτήματα·  ἐὰμ μὲν ἴση ἦι ἡ τιμὴ τοῦ κτήματος τῶι δανείωι, πρὸς ὃ
[ἂν ἦι ἔ]γγυος, τῆι τιμήσει τῆι πρὸ τοῦ πολέμου γεγενημένηι, ἀπηλλάχθαι τὸν ἔγγ-
45 [υον τῆ]ς ἐγγύης· ἐὰν δὲ πλέον ἦι τὸ ὀφείλημα τῆς τιμῆς τοῦ κτήματος, τὸ πλ̣έον ὀφεί-
[λημα τῆς] τ̣ιμῆς ὁ ἔγγυος ἀποτινέτω κατὰ λόγον ὥσπερ οἱ ἄλλοι οἱ τὰ μετέωρα ἐγγυώ-
[μενοι, ἐὰμ] μὴ ἐπιτετοκισμένον ἦι εἰς πλείω χρόνον τῆς ἐν τῆι πράξει γεγενημένης
[ἐγγύη]ς̣·  ἐὰν δὲ ἐπιτετοκικὼς ἦι ὁ δανειστὴς παρὰ τὴμ πρᾶξιν καὶ τὸν
[χρόνον τὸν ὡ]μολογημένον ἐν τῆι πράξει, μὴ ἀποτίνειν τὸν ἔγγυον ὧι πλεῖον
50 [ἦι ἐπιτ]ετοκ[ισ]μένον, ἐὰμ μὴ ἐπεσχηκὼς ἦι τὴν εἴσπραξιν ὁ τοκιστὴς συμβου-
[λομένου] τοῦ ἐγγύου· περὶ δὲ τούτου ἂν ἀμφισβητῶσιγ, κρίσιν αὐτοῖς γίνεσθαι
ἐπὶ τοῦ ξενικοῦ δικαστηρίου, ἂμ μή τι ὑπὸ τῶν διαιτητῶν συμ[πεισθῶσι·]
τῆς δὲ δίκης ἄρχειν τὸν τοκιστήν.   εἰ δέ τις ἐπίτροπος ἐν τῆι ἐπ̣[ιτροπῆι]
λαβὼν αὐτὸς ἔχει χρήματα τῶν τοῦ ὀρφανοῦ τρόπωι ὁτωιοῦν, τούτω[ι μὴ]
55 εἶναι κοινὸν τὸμ πόλεμον.   ὅσοι δὲ φερνὰς ὀφείλουσι θυγατρίοις ἢ [ἀ]-
δελφαῖς ταῖς αὑτῶν μεμερικότες ἐκ τῆς πατρώιας οὐσίας, ἢ ἐπίτροποι̣
ὑπὸ πατρὸς καταλελειμμένοι ἢ ὑπὸ δήμου ἡιρημένοι ταῖς ὀρφαναῖς
ταῖς ὑπ’ ἀυτῶν ἐπιτροπευομέναις μὴ ἀποδεδώκασι τὰς φερνάς, ἃς οἱ
πατέρες ἔταξαν, ἢ γήμαντες καὶ διαλυθέντες μὴ ἀποδεδώκα-
60 σι τὰς φερνὰς οὔσας ἀποδότους κατὰ τὸν νόμον, τούτοις ἀποδιδόναι
τὰς φερνὰς καὶ τοὺς τόκους κατὰ τὰς πράξεις καὶ μὴ εἶναι αὐτοῖς ὑπολο-
γίζεσθαι τὸγ κοινὸμ πόλεμον, ἀλλὰ τὸ γενόμενον διάπτωμα ἀναπλη-
ρούτωσαν εἰς τὴν φερνὴν ταῖς ὀρφαναῖς οἱ ἐπίτροποι ἐκ τοῦ ἄλλου οἴκο[υ]
οὗ ἂ̣ν ἐπιτροπεύωσι.
65 ὅσοι δὲ ἐπὶ κτή[μ]α̣σιν δεδανεισμένοι εἰσὶν ἀπὸ Δημαγόρου πρυτάνεως καὶ μηνὸς Ποσιδεῶ-
νος, τούτοις τ[ὸ]μ μὲγ κοινὸμ πόλεμον εἶναι ὥσπερ καὶ τοῖς ἄλλοις, τὰς δὲ τιμήσεις εἶναι
τῶγ κτημά[τ]ων, ἐν οἷς χρόνοις τὰ δάνεα καὶ αἱ πράξεις γεγόνασιν, ὅπως εἴ τινες κεκαρμένοις
τοῖς κτήμα[σι]ν ἢ τῶν ἐπαυλίων καθη<ι>ρημένων συνηλλάχασιν οὕτως αἱ τιμήσεις αὐτῶν
γίνωνται [ὡ]ς̣ διακειμένοις συνήλλαξαν τοῖς κτήμασιν.  ὅσοι δὲ πρὸ Ἀπολλᾶδος
70 καὶ μηνὸς [Λ]ηναιῶνος πράξεις πεπράγασιν ἐναντίας τῶι κοινῶι πολέμωι, μὴ εἶναι τὰς
πράξεις κυ[ρ]ί̣ας, ἀλλ’ εἶναι τοὺς ὀφείλοντας τούτοις ἐν τῶι κοινῶι πολέμωι.   ὅσοι δὲ ἀπὸ
μηνὸς Λη[ν]αιῶνος καὶ Ἀπολλᾶ πράξεις πεπράγασιν ἐπὶ τοῖς κτήμασιν, τούτοις δ’ εἶναι
τὰς πράξε[ις] κυρίας καὶ μὴ εἶναι αὐτοῖς κοινὸν τὸμ πόλεμον, ἐπειδὴ ἐν τῶι πολέμωι διαπι-
στεύσαντ̣[ες] εἰσευπόρησαν· τόκους δὲ αὐτοῖς εἶναι μὴ πλείους δωδεκάτων.   ὑπὲρ
75 τῶν δανε[ιστ]ῶν τῶν ἐμβεβηκότων εἰς κτήματα·  ὅσοι μὲμ πρὸ μηνὸς Ποσιδεῶνος
τοῦ ἐπὶ Δη̣[μ]αγόρου ἐμβάντες εἰς κτήματα κατὰ πράξεις ἔχουσιν τὰ κτήματα καὶ νέμον-
ται, εἶναι [αὐ]τοῖς κυρίας τὰς ἐμβάσεις, εἰ μή τι ἄλλο ἑκόντες πρὸς αὐτοὺς ὡμολογήκασιν.  περὶ
δὲ τῆς π[αγ]κτησίας ἄν τινες ἀμφισβητῶσιν, κρίσιν αὐτοῖς εἶναι κατὰ τοὺς νόμους.
ὅσοι δὲ ἐμ[βε]β̣ήκασιν ὕστερον μηνὸς Ποσιδεῶνος τοῦ ἐπὶ Δημαγόρα νεμομένων τῶν δεδα-
80 νεισμέν[ων τὰ] κ̣τήματα κατὰ τὸ ψήφισμα καὶ κατηγμένων ὑπὸ τοῦ δήμου, τὰ μὲγ κτήμα-
τα εἶνα[ι τῶν δα]νεισαμένωγ καὶ νεμομένων, τὰ δὲ δάνεια τῶν δανειστῶν, τοῦ μερισμοῦ
γενομένου καθάπερ καὶ τοῖς ἄλλοις δανεισταῖς.  ἐὰν δὲ διαμφισβητήσωσιν οἱ δανεί-
σαντες πρὸς τοὺς ὀφείλοντας φάμενοι ἐμβεβηκέναι πρότερον Δημαγόρου πρυτάνεως καὶ μη-
νὸς Ποσιδεῶνος, κρίσιν αὐτοῖς γίνεσθαι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶι κοινῶι πολέμωι ἐβλαμ-
85 μένοις.   εἰ δέ τινες μὴ ἐμβάντων τῶν δανειστῶν αὐτοὶ νεμόμενοι τὰ κτήματα ἑκόντες τι
συνωμολόγηνται πρὸς τοὺς δανειστὰς μὴ βιασθέντες, εἶναι αὐτοῖς τὰ ὡμολογημένα κύρια·
ἐὰν δὲ ὁ μὲμ φῆι βεβιάσθαι, ὁ δὲ μή, εἶναι αὐτοῖς κρίσιν περὶ τούτων ἐν τῶι ξενικῶι δικαστηρίωι, προ-
διαιτᾶσθαι δὲ αὐτοὺς ἐπὶ τῶν διαιτητῶν κατὰ τόνδε τὸν νόμον.   ὅσοι δὲ ἐγκαταλιπόντες τὰ
κτήματα̣ ἀπηλλαγμένοι εἰσίν, οἱ δὲ τοκισταὶ γεγεωργήκασιν, εἶναι τὰ κτήματα τῶν τοκιστῶν.
90 ἐὰν δὲ βούλωνται οἱ ὀφείλοντες ἀποδόντες τὰ ἀνηλωμένα τοῖς τοκισταῖς καὶ τόκους ἐπὶ
τεσσερεσ̣καιδεκάτους καὶ εἴ τι αὐτοῖς ἀνήλωται εἰς τὴγ γῆν ἢ ἀπόλωλέ τι διὰ τὴγ γεωργίαν
ὑπολογισθεισῶν τῶγ γεγενημένων προσόδωγ παραλαβεῖν τὰ κτήματα, ἐξεῖναι αὐτοῖς ἀπο-
δοῦσιν ἐν ἐνιαυτῶι τῶι ἐπὶ Δαναοῦ μετέχειν αὐτοὺς τοῦ κοινοῦ πολέμου κατὰ ταὐτὰ
τοῖς ἄλλοις·  ὑπὲρ δὲ τῶγ γεγενημένων ἀναλωμάτων καὶ τῶν ἀπολωλότων ἐν τῆι
95 γεωργίαι καὶ τῶμ προσόδων τῶγ γεγενημένων ἐὰμ μέν τι πρὸς ἀλλήλους συμφωνή-
σωσιν ἢ συμπεισθῶσιν ὑπὸ τῶν διαιτητῶν, ταῦτ’ εἶναι· εἰ δὲ μή, κρίσιν αὐτοῖς εἶναι ἐπὶ τοῦ
ξενικοῦ δικαστηρίου καθάπερ καὶ τοῖς ἄλλοις, τῆς δὲ δίκης ἄρχειν τὸν ἐγκαταλιπόντα
τὸ κτῆμα.  εἰ δέ τινες ἐπὶ Δημαγόρου ἢ Μαντικράτους ἢ Ἀπολλᾶδος ἕως μηνὸς Ποσιδεῶνο[ς]
B.1 τ̣ὰ μέρ̣η τ̣ῶγ χρ̣ημάτων [․c.6․․]ν̣ο̣κ[․]τ[․]τ[—]
τὸγ κοινὸμ πόλ̣ε̣μ̣ον [․․]δε[․․c.7․․]το[․]σ[— ἀμφι]-
σβητῶσιν μη[․]αν[․c.5․]τα[—]
ἀδελφό̣ν, [κρί]σιν αὐτοῖς εἶναι κατ̣ὰ [τόνδε τὸν νόμον —]
5 οἶκομ παρειλήφασιν [․]α̣[․․․]ω[—]
τὴν δὲ οὐσίαν ε[—]
[․]αδ[․]κ̣[․․]α κατὰ τὸγ κοιν[ὸμ] πόλεμο[ν — ἀμφισβη]-
τῶσιγ, κρίσιν αὐτοῖ[ς] εἶ[ναι κατὰ] τ[ό]ν[δ]ε [τὸν νόμον.  —]
νόμον καὶ ἐὰν ἁ[λ][σιν —]
10 ἀποτε[ισ]άτωσαν τὰ χ̣[ρ]ήματ̣α τῶ[ι — ἐὰν δέ]
τινες ἐ̣γλ[ε]ίπω[σιν —]
τὴ[ν] οὐσίαν τοῦ ἐγλε[ί]ποντος ἀποτ[ι]ν̣[—]
χρηματ[․․․]λ̣[․․․c.10․․․]τε̣[․]ν[— κρίσιν αὐτοῖς]
εἶναι κατὰ τόνδε τὸν̣ ν̣όμον.
Search Help