Law concerning debts after war; c. 297/296 BC; found at
Ephesos: Wood, Discoveries, App. 8, no. 1 (part); Dareste, Nouv.
rev. hist. de droit franç. 1, 1877, 161-178 (part); GIBM 477
(part); Dareste & Haussoullier & Reinach 5 (part); FiE II no.
17; Syll3 364; Asheri, SCO 18, 1969, pp. 42-47, no.’s 21-22 and
pp. 108-114; *IEph 4 (PH, part) and Add. p. 1.
[ ]
IEph 4 + Add. p. 1
A.1 | οἱ δικασταί. ἐξεῖναι δὲ τοῖς δικασταῖς, ἐὰν αὐτοῖς μὴ φαίνηται δικαστικὸν εἶναι τὸ πρᾶγμα, ἀλλ’ ὁ μὲν |
γεωργὸς πλέονος τετιμῆσθαι, ὁ δὲ τοκιστὴς ἐλάττονο[ς], ἐξεῖναι αὐτοῖς τιμῆσαι, ὅσου ἄν δοκῆι καλῶς | |
ἔχειν· τοῦ δὲ χ[ρ]έους μὴ εἶναι ἀντιτίμησιν. ἐὰν δὲ ἡ μὲν τίμησις συνομολογῆται, τὸ δὲ | |
δάνειον διαμφισβητῆται, ἢ τὸ μὲν δάνεον [συν]ομολογῆται, ἡ δὲ τίμησις ἀντιλέγηται, περὶ τοῦ διαμφι- | |
5 | σβητουμένου τὴγ κρίσιν εἶναι. ἃ δ’ ἂν οἱ δικασταὶ κρίνωσιν, ἀναγράψαντες εἰς λεύκωμα οἱ εἰσ- |
αγωγεῖς καὶ τὰς ἐπικρίσεις τὰς τῶν διαιτητῶν, ἃς ἂν ἐπὶ τοῦ δικαστηρίου συνομολογήσωσιμ, παραδότω- | |
σαν τοῖς ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις. ὅταν δὲ παραλάβωσιν οἱ ἐπὶ τοῦ κοινοῦ πολέμου ἡιρημέ- | |
νοι τὰς κρίσεις καὶ τὰς διαίτας, κληρούτωσαν ἐκ τῶν τριάκοντα τῶν ἡιρημένων ὑπὸ τοῦ δήμου καθ’ ἑκάστην | |
πενθήμερον ἄνδρας πέντε διαιρέτας τῶγ κτημάτων, κληρούτωσαν δὲ καὶ τοὺς τόπους ἀναγραψάμε- | |
10 | νοι. οἱ δὲ λαχόντες διαιρείτωσαν, καθ’ οὓς ἂν ἕκαστοι τόπους λάχωσιν, μὴ διασπῶντες μήτε τὰ τοῦ τοκιστοῦ |
μέρ̣[η μ]ήτε τὰ τοῦ γεωργοῦ, ἀλλὰ τὰ μέρη τέμνοντες συνεχῆ ἀλλήλοις· καὶ ἀποδιδότωσαν τῆς γῆς τοῖς τοκισταῖς | |
[καὶ τοῖς γεωργοῖς κα]τὰ λόγον ἑκατέροις τῶν ἐνόντωγ χρημάτων, συλλογισάμενοι τό τε δάνεον καὶ τὴν τί- | |
[μησιν· ἐξαιρείτωσ]αν δὲ ἐν τῆι διαιρέσει τῆς χώρας ὁδοὺς πρός τε τὰ ἱερὰ καὶ πρὸς τὰ ὕδατα καὶ πρὸς τὰς ἐπαύ- | |
[λε]ι̣ς καὶ πρ̣[ὸς] τ̣άφους. ἐὰν δέ τινες διαμφισβητήσωσιν τῆι γεγενημένηι διαιρέσει, ἐπαγγειλάτωσαν τοῖς | |
15 | ἐ̣πὶ τοῦ κοινοῦ πολέμου ἡιρημένοις καὶ τῶι ὲπἱ τοῦ δικαστηρίου τεταγμένωι· ὁ δὲ ἀποδεδειγμένος ἐπὶ |
τοῦ δικαστηρίου ἐξαγέτω ἐπὶ τὸν τόπον· οἱ δὲ δικασταί, ἐάν τι δο̣κῆι αὐτοῖς μὴ δικαίως διηιρῆσθαι, ἀνισού- | |
τωσαν κατὰ λόγον ἑκάστοις προσνέμοντες τοῦ δανείου καὶ τῆς τιμήσεως. τοὺς δὲ γενομένους ὑπὸ τῶν | |
διαιτητ[ῶ]ν ἢ τῶν δικαστῶν μ[ερι]σμ̣[ο]ὺς ἀνενεγκά[τ]ωσαν οἱ διαιτηταὶ καὶ οἱ | |
δικασταὶ ἐπὶ τ̣οὺς ἡιρημένους ἐπὶ τοῦ κοινοῦ πολέμου, ἀναγράψαντες τά τε ὀνό- | |
20 | ματα τῶν ἀνδρῶν καὶ τοὺς τόπους καὶ τοὺς ὅρους τῶμ μερισμῶν. οἱ δὲ ἡιρημ̣έ- |
νοι γράψαντες εἰς λευκώματα παραδότωσαν τοῖς νεωποίαις θεῖναι ἐπὶ τὸ̣ ἔ̣δεθλον, | |
δ̣ότωσαν δὲ καὶ τῶι ἀν̣τιγραφεῖ τούτων ἀντίγραφα, ἵν’ ἐξῆι τῶι βουλομένωι τῶμ πο- | |
λιτῶν ἐφορᾶν τοὺς γεγενημένους μερισμοὺς τῶν ἐγγαίων, καὶ κοινὴμ μὲν διαίρεσιν | |
ταύτην εἶναι· ἂν δέ πως ἄλλως πρὸς αὐτοὺς ὁμολογήσωσιν ὑπὲρ τῆς διαιρέσε- | |
25 | ως καὶ ἀπογράψωνται π̣[ρὸ]ς̣ τοὺς ἐπὶ τοῦ κοινοῦ πολέμου, οὕτως αὐτοῖς εἶναι, ὡς ἂν ὁμο- |
λογήσωσι πρὸς ἀλλήλο̣[υ]ς, ἀντίγραφα δὲ λαμβάνειν τὸγ γεωργὸν τῶν τοῦ τ[οκισ]- | |
τοῦ τοῦ αὐτῶι προσκοινωνοῦντος καὶ τὸν [τ]οκιστὴν τῶν τοῦ γεωργοῦ τοῦ αὐτ[ῶι προσ]- | |
κοινωνοῦντος τιμημάτωγ καὶ δανείων κ̣α̣[ὶ] ἐ̣πίτροπον ὑπὲρ ὀρφανοῦ καὶ τοὺς συ[νορφα]- | |
νιστάς, οὓς ἂν παραλαμβάνωσιν ἕκ[αστοι· ἄλ]λον δὲ μηθένα λαμβάνειν μηδὲ τοὺς | |
30 | ἐπὶ τούτων τεταγμένους διδόναι [μηδὲ] αὐτοὺς λαμβάνειν· εἰ δὲ μή, ἐξώλη εἶναι |
καὶ αὐτὸν τὸν λαβόντα καὶ ὃς ἂν ἕτέ[ρωι δ]ῶι, καὶ ὑπόδικον εἶναι καὶ τὸν λαβόντα καὶ | |
τὸν δόντα ὡς ἀπειθοῦντα καὶ ἐπιβουλεύοντα τοῖς συ<μ>φέρουσι τῆς πόλεως. ὅσοι δὲ ἐπὶ | |
τοῖς ὑπερέχουσι δεδανείκασιν, εἶναι τὴγ κομιδὴν αὐτοῖς ἐκ τοῦ περιόντος μέρους τῶι | |
γεωργῶι, κἂν εἷς κἂμ πλείους ὦσι, τοῖς πρώτοις πρώτοις καὶ τοῖς ἄλλοις ἐπεξῆς, τὸν δὲ | |
35 | [μερισ]μ̣ὸν εἶναι καί τούτοις καθάπερ καὶ τοῖς πρώτοις δανείσασιν. εἰ δέ τινες |
[ὑποθέ]ντες ἄλλοις κτήματα δεδανεισμένοι εἰσὶμ παρ’ ἑτέρων ὡς ἐπ’ ἐλευθέροις | |
[τοῖς κ]τήμασιν ἐξαπατήσαντες τοὺς ὑστέρους δανειστάς, ἐξεῖναι τοῖς ὑστέροις | |
[δανεισ]ταῖς ἐξαλλάξασι τοὺς πρότερον δανειστὰς̣ κ̣ατὰ τὸν συλλογισμὸν τοῦ κοινοῦ πο- | |
[λέμου] ἔχειν τὰ κτήματα· έὰν δὲ ἐνοφείληταί τι αὐτοῖς ἔτι, εἶναι τὴγ κομιδὴν τοῖς | |
40 | [δανειστ]αῖς ἐκ τῆς ἄλλης οὐσίας τοῦ χρείστου πασῆς τρ̣ό̣πωι ὧι ἂν δύνωνται ἀζημίοις |
[ἁπάση]ς ζημίας· ἂν δὲ καὶ ἔγγυος ἦι, εἶναι τὴν ἐκ τοῦ ἐγγύου κομιδὴν καθάπερ έκ τῶν | |
[τὰ μετέ]ωρα ἐγγυωμένων. ὑπὲρ τῶν ἐγγύων τῶν ἐγγυωμένων πρὸς | |
[αὐτὰ] τὰ κτήματα· ἐὰμ μὲν ἴση ἦι ἡ τιμὴ τοῦ κτήματος τῶι δανείωι, πρὸς ὃ | |
[ἂν ἦι ἔ]γγυος, τῆι τιμήσει τῆι πρὸ τοῦ πολέμου γεγενημένηι, ἀπηλλάχθαι τὸν ἔγγ- | |
45 | [υον τῆ]ς ἐγγύης· ἐὰν δὲ πλέον ἦι τὸ ὀφείλημα τῆς τιμῆς τοῦ κτήματος, τὸ πλ̣έον ὀφεί- |
[λημα τῆς] τ̣ιμῆς ὁ ἔγγυος ἀποτινέτω κατὰ λόγον ὥσπερ οἱ ἄλλοι οἱ τὰ μετέωρα ἐγγυώ- | |
[μενοι, ἐὰμ] μὴ ἐπιτετοκισμένον ἦι εἰς πλείω χρόνον τῆς ἐν τῆι πράξει γεγενημένης | |
[ἐγγύη]ς̣· ἐὰν δὲ ἐπιτετοκικὼς ἦι ὁ δανειστὴς παρὰ τὴμ πρᾶξιν καὶ τὸν | |
[χρόνον τὸν ὡ]μολογημένον ἐν τῆι πράξει, μὴ ἀποτίνειν τὸν ἔγγυον ὧι πλεῖον | |
50 | [ἦι ἐπιτ]ετοκ[ισ]μένον, ἐὰμ μὴ ἐπεσχηκὼς ἦι τὴν εἴσπραξιν ὁ τοκιστὴς συμβου- |
[λομένου] τοῦ ἐγγύου· περὶ δὲ τούτου ἂν ἀμφισβητῶσιγ, κρίσιν αὐτοῖς γίνεσθαι | |
ἐπὶ τοῦ ξενικοῦ δικαστηρίου, ἂμ μή τι ὑπὸ τῶν διαιτητῶν συμ[πεισθῶσι·] | |
τῆς δὲ δίκης ἄρχειν τὸν τοκιστήν. εἰ δέ τις ἐπίτροπος ἐν τῆι ἐπ̣[ιτροπῆι] | |
λαβὼν αὐτὸς ἔχει χρήματα τῶν τοῦ ὀρφανοῦ τρόπωι ὁτωιοῦν, τούτω[ι μὴ] | |
55 | εἶναι κοινὸν τὸμ πόλεμον. ὅσοι δὲ φερνὰς ὀφείλουσι θυγατρίοις ἢ [ἀ]- |
δελφαῖς ταῖς αὑτῶν μεμερικότες ἐκ τῆς πατρώιας οὐσίας, ἢ ἐπίτροποι̣ | |
ὑπὸ πατρὸς καταλελειμμένοι ἢ ὑπὸ δήμου ἡιρημένοι ταῖς ὀρφαναῖς | |
ταῖς ὑπ’ ἀυτῶν ἐπιτροπευομέναις μὴ ἀποδεδώκασι τὰς φερνάς, ἃς οἱ | |
πατέρες ἔταξαν, ἢ γήμαντες καὶ διαλυθέντες μὴ ἀποδεδώκα- | |
60 | σι τὰς φερνὰς οὔσας ἀποδότους κατὰ τὸν νόμον, τούτοις ἀποδιδόναι |
τὰς φερνὰς καὶ τοὺς τόκους κατὰ τὰς πράξεις καὶ μὴ εἶναι αὐτοῖς ὑπολο- | |
γίζεσθαι τὸγ κοινὸμ πόλεμον, ἀλλὰ τὸ γενόμενον διάπτωμα ἀναπλη- | |
ρούτωσαν εἰς τὴν φερνὴν ταῖς ὀρφαναῖς οἱ ἐπίτροποι ἐκ τοῦ ἄλλου οἴκο[υ] | |
οὗ ἂ̣ν ἐπιτροπεύωσι. | |
65 | ὅσοι δὲ ἐπὶ κτή[μ]α̣σιν δεδανεισμένοι εἰσὶν ἀπὸ Δημαγόρου πρυτάνεως καὶ μηνὸς Ποσιδεῶ- |
νος, τούτοις τ[ὸ]μ μὲγ κοινὸμ πόλεμον εἶναι ὥσπερ καὶ τοῖς ἄλλοις, τὰς δὲ τιμήσεις εἶναι | |
τῶγ κτημά[τ]ων, ἐν οἷς χρόνοις τὰ δάνεα καὶ αἱ πράξεις γεγόνασιν, ὅπως εἴ τινες κεκαρμένοις | |
τοῖς κτήμα[σι]ν ἢ τῶν ἐπαυλίων καθη<ι>ρημένων συνηλλάχασιν οὕτως αἱ τιμήσεις αὐτῶν | |
γίνωνται [ὡ]ς̣ διακειμένοις συνήλλαξαν τοῖς κτήμασιν. ὅσοι δὲ πρὸ Ἀπολλᾶδος | |
70 | καὶ μηνὸς [Λ]ηναιῶνος πράξεις πεπράγασιν ἐναντίας τῶι κοινῶι πολέμωι, μὴ εἶναι τὰς |
πράξεις κυ[ρ]ί̣ας, ἀλλ’ εἶναι τοὺς ὀφείλοντας τούτοις ἐν τῶι κοινῶι πολέμωι. ὅσοι δὲ ἀπὸ | |
μηνὸς Λη[ν]αιῶνος καὶ Ἀπολλᾶ πράξεις πεπράγασιν ἐπὶ τοῖς κτήμασιν, τούτοις δ’ εἶναι | |
τὰς πράξε[ις] κυρίας καὶ μὴ εἶναι αὐτοῖς κοινὸν τὸμ πόλεμον, ἐπειδὴ ἐν τῶι πολέμωι διαπι- | |
στεύσαντ̣[ες] εἰσευπόρησαν· τόκους δὲ αὐτοῖς εἶναι μὴ πλείους δωδεκάτων. ὑπὲρ | |
75 | τῶν δανε[ιστ]ῶν τῶν ἐμβεβηκότων εἰς κτήματα· ὅσοι μὲμ πρὸ μηνὸς Ποσιδεῶνος |
τοῦ ἐπὶ Δη̣[μ]αγόρου ἐμβάντες εἰς κτήματα κατὰ πράξεις ἔχουσιν τὰ κτήματα καὶ νέμον- | |
ται, εἶναι [αὐ]τοῖς κυρίας τὰς ἐμβάσεις, εἰ μή τι ἄλλο ἑκόντες πρὸς αὐτοὺς ὡμολογήκασιν. περὶ | |
δὲ τῆς π[αγ]κτησίας ἄν τινες ἀμφισβητῶσιν, κρίσιν αὐτοῖς εἶναι κατὰ τοὺς νόμους. | |
ὅσοι δὲ ἐμ[βε]β̣ήκασιν ὕστερον μηνὸς Ποσιδεῶνος τοῦ ἐπὶ Δημαγόρα νεμομένων τῶν δεδα- | |
80 | νεισμέν[ων τὰ] κ̣τήματα κατὰ τὸ ψήφισμα καὶ κατηγμένων ὑπὸ τοῦ δήμου, τὰ μὲγ κτήμα- |
τα εἶνα[ι τῶν δα]νεισαμένωγ καὶ νεμομένων, τὰ δὲ δάνεια τῶν δανειστῶν, τοῦ μερισμοῦ | |
γενομένου καθάπερ καὶ τοῖς ἄλλοις δανεισταῖς. ἐὰν δὲ διαμφισβητήσωσιν οἱ δανεί- | |
σαντες πρὸς τοὺς ὀφείλοντας φάμενοι ἐμβεβηκέναι πρότερον Δημαγόρου πρυτάνεως καὶ μη- | |
νὸς Ποσιδεῶνος, κρίσιν αὐτοῖς γίνεσθαι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶι κοινῶι πολέμωι ἐβλαμ- | |
85 | μένοις. εἰ δέ τινες μὴ ἐμβάντων τῶν δανειστῶν αὐτοὶ νεμόμενοι τὰ κτήματα ἑκόντες τι |
συνωμολόγηνται πρὸς τοὺς δανειστὰς μὴ βιασθέντες, εἶναι αὐτοῖς τὰ ὡμολογημένα κύρια· | |
ἐὰν δὲ ὁ μὲμ φῆι βεβιάσθαι, ὁ δὲ μή, εἶναι αὐτοῖς κρίσιν περὶ τούτων ἐν τῶι ξενικῶι δικαστηρίωι, προ- | |
διαιτᾶσθαι δὲ αὐτοὺς ἐπὶ τῶν διαιτητῶν κατὰ τόνδε τὸν νόμον. ὅσοι δὲ ἐγκαταλιπόντες τὰ | |
κτήματα̣ ἀπηλλαγμένοι εἰσίν, οἱ δὲ τοκισταὶ γεγεωργήκασιν, εἶναι τὰ κτήματα τῶν τοκιστῶν. | |
90 | ἐὰν δὲ βούλωνται οἱ ὀφείλοντες ἀποδόντες τὰ ἀνηλωμένα τοῖς τοκισταῖς καὶ τόκους ἐπὶ |
τεσσερεσ̣καιδεκάτους καὶ εἴ τι αὐτοῖς ἀνήλωται εἰς τὴγ γῆν ἢ ἀπόλωλέ τι διὰ τὴγ γεωργίαν | |
ὑπολογισθεισῶν τῶγ γεγενημένων προσόδωγ παραλαβεῖν τὰ κτήματα, ἐξεῖναι αὐτοῖς ἀπο- | |
δοῦσιν ἐν ἐνιαυτῶι τῶι ἐπὶ Δαναοῦ μετέχειν αὐτοὺς τοῦ κοινοῦ πολέμου κατὰ ταὐτὰ | |
τοῖς ἄλλοις· ὑπὲρ δὲ τῶγ γεγενημένων ἀναλωμάτων καὶ τῶν ἀπολωλότων ἐν τῆι | |
95 | γεωργίαι καὶ τῶμ προσόδων τῶγ γεγενημένων ἐὰμ μέν τι πρὸς ἀλλήλους συμφωνή- |
σωσιν ἢ συμπεισθῶσιν ὑπὸ τῶν διαιτητῶν, ταῦτ’ εἶναι· εἰ δὲ μή, κρίσιν αὐτοῖς εἶναι ἐπὶ τοῦ | |
ξενικοῦ δικαστηρίου καθάπερ καὶ τοῖς ἄλλοις, τῆς δὲ δίκης ἄρχειν τὸν ἐγκαταλιπόντα | |
τὸ κτῆμα. εἰ δέ τινες ἐπὶ Δημαγόρου ἢ Μαντικράτους ἢ Ἀπολλᾶδος ἕως μηνὸς Ποσιδεῶνο[ς] | |
B.1 | τ̣ὰ μέρ̣η τ̣ῶγ χρ̣ημάτων [․c.6․․]ν̣ο̣κ[․]τ[․]τ[—] |
τὸγ κοινὸμ πόλ̣ε̣μ̣ον [․․]δε[․․c.7․․]το[․]σ[— ἀμφι]- | |
σβητῶσιν μη[․]αν[․c.5․]τα[—] | |
ἀδελφό̣ν, [κρί]σιν αὐτοῖς εἶναι κατ̣ὰ [τόνδε τὸν νόμον —] | |
5 | οἶκομ παρειλήφασιν [․]α̣[․․․]ω[—] |
τὴν δὲ οὐσίαν ε[—] | |
[․]αδ[․]κ̣[․․]α κατὰ τὸγ κοιν[ὸμ] πόλεμο[ν — ἀμφισβη]- | |
τῶσιγ, κρίσιν αὐτοῖ[ς] εἶ[ναι κατὰ] τ[ό]ν[δ]ε [τὸν νόμον. —] | |
νόμον καὶ ἐὰν ἁ[λ]ῶ[σιν —] | |
10 | ἀποτε[ισ]άτωσαν τὰ χ̣[ρ]ήματ̣α τῶ[ι — ἐὰν δέ] |
τινες ἐ̣γλ[ε]ίπω[σιν —] | |
τὴ[ν] οὐσίαν τοῦ ἐγλε[ί]ποντος ἀποτ[ι]ν̣[—] | |
χρηματ[․․․]λ̣[․․․c.10․․․]τε̣[․]ν[— κρίσιν αὐτοῖς] | |
εἶναι κατὰ τόνδε τὸν̣ ν̣όμον. |