Didyma 581
   Question of priest concerning cult of Soteira Kore and god’s answers in hexameters; 3e/4b: 7. Mil-Ber. 63-4; *IDidyma 504; SEG 28, 852; Tuchelt, Didyma 46-9 (PH); Fontenrose no. 30-31.  
[ ] IDid 504
1 [vacat ἀ]γ̣αθῇ τύχῃ·
ὁ προφήτης σου Δαμιανὸς ἐρω-
τᾷ· [³¹ἐπὶ]³¹ ἐν τῷ ἱερῷ σου καὶ πανθέῳ
περιβωμισμῷ οὐδέπω ὁρᾷ ἱδρυ-
5 μένον βωμὸν τῆς ἁγιωτάτης
σου ἀδελφῆς, τῆς πατρίου αὐτοῦ
θεᾶς Σωτίρας Κόρης, φιλόθεον δὲ
αὐτὸν ὄντα λυπῖ τὸ τοιοῦτον, δῖ-
ταί σου, δέσποτα Διδυμεῦ Ἥλιε Ἄ-
10 πολλον, θεσπίσαι αὐτῷ, εἰ ἐπιτρέ-
πεις αὐτῷ παρὰ τὸν τῆς Καρποφό-
ρου Δήμητρος βωμὸν ἱδρύσα{σ}-
σθαι {²⁶ἱδρύσασθαι}²⁶ βωμὸν τῆς παιδὸς αὐτῆς.
vacat θεὸς ἔχρησεν· vacat
15 Σωτίρης Κούρης τιμὴν περιβω-
%⁸¹μίδα ῥέζε. vacat
ὁ προφήτης σου Δαμιανὸς ἐ-
ρωτᾷ· [³¹ἐπὶ]³¹ χρησμῷ σῷ θείῳ ἐ-
πέτρεψας αὐτῷ ἐν τῷ ἱερῷ
20 σου περιβωμισμῷ ἱδρύσασθαι
βωμὸν τῆς ἁγιωτάτης πατρί-
ου αὐτοῦ θεᾶς Σωτίρας Κόρης
παρὰ τὸν τῆς σεβασμιωτάτης
Καρποτρόφου Δήμητρος βωμὸν,
25 δῖταί σου καὶ τῆς εὐφήμου καὶ ὑ-
μνικῆς εἰς αὐτὴν προσαγορεύ-
σεως αὐτόν σε νομοθέτην
γενέσθαι. vacat θεὸς ἔχρησεν·
Σώτιραν κλῄζωμεν ὑπ’ εὐιέροι-
30 σι βοαῖσι vacat μίλιχον ἀντιάειν αἰ-
εὶ σὺν μητέρι Δηοῖ.
Search Help
Contact Us