Oracle (?) in hexameters on sacrifices and hymns; 3e:
Harder, Navicula Chiloniensis 88-97 (PH); *IDidyma 217 (PH);
Hommel Acts 4th Congress, 140-156; Hommel, Festschr. F. Smend
7-18 (PH); **Peek, ZPE 7, 1971, 196-200, no. 4 (ll. 1-13);
Fontenrose no. B1.
[ ]
IDid 217
1 | [ὦ μέλεοι, τί μοι] εἰλιπόδων ζατρεφεῖς ἑκατόμβαι |
[λαμπροί τε χρυ]σοῖο βαθυπλούτοιο κολοσσοὶ | |
[καὶ χαλκῷ δεί]κηλα καὶ ἀργύρῳ ἀσκηθέντα; | |
[οὐ μέντοι] ἀ̣θάνατοι κτεάνων ἐπιδευέες εἰσὶν | |
5 | [οὐδέ τινος χρ]είης, ᾗπερ φρένας ἰαίνον%⁸⁰ται |
[θνητοί. τῶν τιν]ες ὕμνον ἐμοῖς μέλπειν παρὰ σηκοῖς | |
[μέμνηνται κ]αὶ πρόσθεν, ὅταν μέλλῃ φάτιν ἄξων | |
[χρήστης ἐξ ἀδ]ύτων. χαίρω δὲ ἐπὶ πάσῃ ἀοιδῇ, | |
[εὖτε ἄν μοι τ]ελέθῃ· πολλὸν δ’ εἴπερ τε παλαιῇ | |
10 | [χρῆτ’ ἄν τις ποτ]ὲ μᾶλλον, ἐμοὶ πολὺ φέρτερόν ἐστιν. |
[τοίης δὲ εὐφ]ροσύνης ἔσται χάρις αἰὲν ἀμεμφής, | |
[τοῖος δή ποτε] ἐγὼ πολυκηδέας ἤλασα νούσους | |
[κλωσαμένων] ἀ̣λεγεινὰ δυσωπήσας λίνα Μοιρῶν. | |
vacat |