Prophetes inscription for [T(itus) Fl(avius) O]ulpianos (= Ulpianus), with oracle in hexameters delivered to him; AD c.220/300: *IDidyma 277; Fontenrose no. 29.  
[ ] IDid 277
1 [προφήτης αὐτ]ε̣π̣|[ά]νγελτος εὐσε-
[βὴς Τ(ίτος) Φλ(άουιος) Ο]ὐ̣λ̣π̣ι̣ανός, ἀ|πὸ προγόνων ~
[πρ]ο̣φ̣η̣τ̣ῶν, πάππου μὲ|ν Τ(ίτου) Φλ(αουίου) Φιλοπόνου κ(αὶ) #⁵⁶
πατρὸς Τ(ίτου) Φλ(αουίου) Οὐλπιανοῦ| κ(αὶ) θείου Αἰλιανοῦ Πο-
5 πλᾶ κ(αὶ) Οὐλπιανοῦ Ἀνδρέου| κ(αὶ) Οὐλπιανοῦ Ἡγησάν-
δρου κ(αὶ) ἔκγονος Αἰλ(ίας) Οὐλπ|[ι]ανῆς κ(αὶ) ἀνεψιὸς Γρανι-
ανοῦ Ἀμβ(ειβίου) Μάκερος κ(αὶ) ἐξ|ανέψιος Αἰλι<α>ν(οῦ) Ἀνδρέου
{ν} τελείων λιτουργῶν̣| [κ(αὶ)] εὐεργετῶν τῆς πατρί-
δος κ(αὶ) πρωτίστων· <ἱ>ε̣|[ρε]ὺ̣ς Κουρήτων ∙ ᾧ κ(αὶ) ὁ θε-
10 ὸς διὰ θείων θε̣σ̣|[πισμ]άτων πολλάκις ἐμαρ-
τύρησεν ἐν| [ὄψει κ(αὶ) νῦν] ἐ̣ν χρηστηρίῳ προσι-
[πὼν αὐτὸν διὰ τὴν ε]ὐσέβειαν οὕτως ~
[εὐρέι δενδρέῳ] ἶ̣σος ἔχεις ἐριθηλέας ὄζους ∙
[βόσκεις τ’ εὐπο]κ̣έας ταναοῖς ὑπὸ λήνεσιν οἶ-
15 [ας ∙ τῷ χρῆσαί μ’] εἰσαῦθις ἀνειρομένῳ θέμι-
[ς ἐστίν v3] ∙ v ἀλλὰ σύ γ’, ἡμετέροισιν ἐπὶ
[χρησμοῖσι πεποι]θὼς ∙ εὖ μάλ’ ἐς εὐσεβίην θε-
[οπειθέα μῆτι]ν ἀέξων ∙ θεσμοῖσιν προτέ-
[ροις ἠδὲ προ]τέροις λογίοισιν ∙ ἀμφὶ θυη-
20 [πολίην βωμ]ῶν πέρι φροντίδα θῆκας ❦
[καὶ πάλιν χρω]μένῳ αὐτῷ, ποῦ τὴν ἱερὰ̣ν̣
[τράπεζαν στήσει, τι]μῶν αὐτὸν ἀνεπι[σφα]-
[λῶς —]
{²Continuation lost}²
Search Help
Contact Us