Oracle on altar in hexameters ordering propitiation of Poseidon, with dedication to Asphalios Soter Posidaon megistos by Andronikos Potamonos; II2: *IDidyma 132 (PH); Robert, CRAI 1968, 576-7; Fontenrose no. 14.  
[ ] IDid 132
1 vacat θεὸς ἔχρησεν·
Ἀσφάλεον θυσίαισι Πολειδάωνα ἱλάσασθε
τῶιδε ἐπὶ σημείωι καὶ αἰτεῖσθ’ ἵλαον ἱκνεῖσθαι
σώιζειν θ’ ὑμετέρης κόσμον πόλεως ἀσάλευτον
5 ἐκτὸς κινδύνου· μάλα γὰρ πέλας ἵεται ὑμῶν.
ὃν χρὴ καὶ πεφυλάχ̣θαι ἀρᾶσθαί θ’, ὡς μετέπειτα
πρὸς γῆρας βαίνητε κακῶν ἀδαήμονες ὄντες.
τεταμιευκὼς δὲ καὶ ἐν τῷ ἱερῷ
Ἀνδρόνικος v Ποτάμωνος
10 ἐπιστατῶν τῆς οἰκοδομίας
τοῦ ναοῦ τοῦ Ἀπόλλωνος τοῦ
Διδυμέως κατὰ τὴν ὑπόσχεσιν
δωρεὰν ἐφ’ ἔτη δέκα,
Ἀσφαλέωι Σωτῆρι Ποσιδάωνι μεγίστωι
15 ἱερὰ καλὰ ἱερῶν ταυροθύτοις θυσίαις.
οὗ ἕνεκεν Ποτάμωνος ὁ φὺς ῥίζης ἀπ’ ἐκείν[ης]
βωμὸν λαΐνειον τόνδε ἀνέθηκε θεῶι.
Search Help
Contact Us