Oracle on altar in hexameters ordering propitiation of
Poseidon, with dedication to Asphalios Soter Posidaon megistos by
Andronikos Potamonos; II2: *IDidyma 132 (PH); Robert, CRAI 1968,
576-7; Fontenrose no. 14.
[ ]
IDid 132
1 | vacat θεὸς ἔχρησεν· |
Ἀσφάλεον θυσίαισι Πολειδάωνα ἱλάσασθε | |
τῶιδε ἐπὶ σημείωι καὶ αἰτεῖσθ’ ἵλαον ἱκνεῖσθαι | |
σώιζειν θ’ ὑμετέρης κόσμον πόλεως ἀσάλευτον | |
5 | ἐκτὸς κινδύνου· μάλα γὰρ πέλας ἵεται ὑμῶν. |
ὃν χρὴ καὶ πεφυλάχ̣θαι ἀρᾶσθαί θ’, ὡς μετέπειτα | |
πρὸς γῆρας βαίνητε κακῶν ἀδαήμονες ὄντες. | |
τεταμιευκὼς δὲ καὶ ἐν τῷ ἱερῷ | |
Ἀνδρόνικος v Ποτάμωνος | |
10 | ἐπιστατῶν τῆς οἰκοδομίας |
τοῦ ναοῦ τοῦ Ἀπόλλωνος τοῦ | |
Διδυμέως κατὰ τὴν ὑπόσχεσιν | |
δωρεὰν ἐφ’ ἔτη δέκα, | |
Ἀσφαλέωι Σωτῆρι Ποσιδάωνι μεγίστωι | |
15 | ἱερὰ καλὰ ἱερῶν ταυροθύτοις θυσίαις. |
οὗ ἕνεκεν Ποτάμωνος ὁ φὺς ῥίζης ἀπ’ ἐκείν[ης] | |
βωμὸν λαΐνειον τόνδε ἀνέθηκε θεῶι. |