Honorary inscriptions in iambs and elegiacs for proconsul of Asia for decorating spring of Didyma, which had been useful in Gothic War; AD 287/293: 8. Mil-Ber. 22; *IDidyma 159.  
[ ] IDid 159
I.1 τὸ θαῦμα τοῦτο πρόσθε μὲν τοῦ Πυθίου
πηγή, βλύσασα νάμασιν χρυσορρύτοις
αὐτοῦ ταγαῖσιν, ἡνίκ’ Ἄρης βάρβαρος
συνέκλῃσεν ἀστούς, οὓς πικρᾷ τετρυμένους
5 δίψῃ διέσωσε τήνδ’ ἀναπτύξας φλέβα,
τὰ νῦν δὲ Φήστου, συνθρόνου χρυσῆς Δίκης.
κόσμον γὰρ αὐτῇ ξεστὸν ἀμφιθεὶς τόσον
τοῦ μὲν θεοῦ τὸ δῶρον εἰς μνήμην ἄγει,
ἀστοὺς δὲ νυμφείοισι διασῴζει ῥοαῖς,
10 κοινωνίαν μειμούμενους τὴν Δελφικὴν
πρὸς Κασταλίαν. Νύμφαις φίλη γὰρ μαντική,
δι’ ὧν προφήταις πνεὺμα θεῖον ἄρδεται.
vacat
II.1 ἐν πολέμῳ μὲν σῶσεν ἑοὺς ἀστούς ποτ’ Ἀπόλλων
δίψῃ τειρομένους τήνδ’ ἀναφηνάμενος.
δίς δ’ ὕπατος κλεινῆς Ἀσίης Φῆστος κατὰ χρυσῆν
[³¹ἰρήνην]³¹ ναέταις θῆκεν ἄγαλμα πόλει,
5 πηγὴν κοσμήσας δωμήμασιν ὡς ἐ{ι}σιδεῖν {²⁶ἐσιδεῖν}²⁶ μὲν
δαδαλον, ἐς δὲ βίον παντὸς ἄκος θανάτου.
vacat
III.1 εἰμὶ μὲν Ἀπόλλωνος ὕδωρ, ναέταισι δὲ δῶρον
δῶκέ με Χρυσολύρης ἐν Σκυθικῷ πολέμῳ
ἡ̣νίκα δὴ περὶ νηὸν ἐπιβρείσαντος Ἄρηος
αὐτὸς ὁ Λητοΐδης σῷζεν ἑοὺς ἱκέτας,
5 λεῖπε δὲ μοῦνον ὕδωρ καὶ τείρετο πουλὺς ὅμειλος,
ἀράων δ’ ἀΐων ῥύσεθ’ ὑπὲκ θανάτου,
νειόθε δ’ ἐξανέηκεν ἄναξ κυαναυγέα πηγὴν
τήνδε με, τὴν ὁράᾳς· ἔκτοτε δὲ προρέω.
ἀλλ’ ἤδη με πονεῦσαν ἐφημερίων κακότητι
10 αὖτις ἔδωκε ῥέειν Φῆστος ὁ λαμπρότατος.
αὐτός μοι καὶ κόσμον, ὃν εἰσοράᾳς, κάμε τεύχων
κεῖνος ὁ καὶ πάσης Ἀσίδος ἀνθύπατος.
Λητοῦς καὶ Διὸς ἔρνος, ἀμείβεό μοι κλυτὸν ἄνδρα,
ὅς με πάλιν σηκῷ σῶσεν ἀπολλυμένην.
Search Help
Contact Us