Honorary inscriptions in iambs and elegiacs for proconsul
of Asia for decorating spring of Didyma, which had been useful in
Gothic War; AD 287/293: 8. Mil-Ber. 22; *IDidyma 159.
[ ]
IDid 159
I.1 | τὸ θαῦμα τοῦτο πρόσθε μὲν τοῦ Πυθίου |
πηγή, βλύσασα νάμασιν χρυσορρύτοις | |
αὐτοῦ ταγαῖσιν, ἡνίκ’ Ἄρης βάρβαρος | |
συνέκλῃσεν ἀστούς, οὓς πικρᾷ τετρυμένους | |
5 | δίψῃ διέσωσε τήνδ’ ἀναπτύξας φλέβα, |
τὰ νῦν δὲ Φήστου, συνθρόνου χρυσῆς Δίκης. | |
κόσμον γὰρ αὐτῇ ξεστὸν ἀμφιθεὶς τόσον | |
τοῦ μὲν θεοῦ τὸ δῶρον εἰς μνήμην ἄγει, | |
ἀστοὺς δὲ νυμφείοισι διασῴζει ῥοαῖς, | |
10 | κοινωνίαν μειμούμενους τὴν Δελφικὴν |
πρὸς Κασταλίαν. Νύμφαις φίλη γὰρ μαντική, | |
δι’ ὧν προφήταις πνεὺμα θεῖον ἄρδεται. | |
vacat | |
II.1 | ἐν πολέμῳ μὲν σῶσεν ἑοὺς ἀστούς ποτ’ Ἀπόλλων |
δίψῃ τειρομένους τήνδ’ ἀναφηνάμενος. | |
δίς δ’ ὕπατος κλεινῆς Ἀσίης Φῆστος κατὰ χρυσῆν | |
[³¹ἰρήνην]³¹ ναέταις θῆκεν ἄγαλμα πόλει, | |
5 | πηγὴν κοσμήσας δωμήμασιν ὡς ἐ{ι}σιδεῖν {²⁶ἐσιδεῖν}²⁶ μὲν |
δαίδαλον, ἐς δὲ βίον παντὸς ἄκος θανάτου. | |
vacat | |
III.1 | εἰμὶ μὲν Ἀπόλλωνος ὕδωρ, ναέταισι δὲ δῶρον |
δῶκέ με Χρυσολύρης ἐν Σκυθικῷ πολέμῳ | |
ἡ̣νίκα δὴ περὶ νηὸν ἐπιβρείσαντος Ἄρηος | |
αὐτὸς ὁ Λητοΐδης σῷζεν ἑοὺς ἱκέτας, | |
5 | λεῖπε δὲ μοῦνον ὕδωρ καὶ τείρετο πουλὺς ὅμειλος, |
ἀράων δ’ ἀΐων ῥύσεθ’ ὑπὲκ θανάτου, | |
νειόθε δ’ ἐξανέηκεν ἄναξ κυαναυγέα πηγὴν | |
τήνδε με, τὴν ὁράᾳς· ἔκτοτε δὲ προρέω. | |
ἀλλ’ ἤδη με πονεῦσαν ἐφημερίων κακότητι | |
10 | αὖτις ἔδωκε ῥέειν Φῆστος ὁ λαμπρότατος. |
αὐτός μοι καὶ κόσμον, ὃν εἰσοράᾳς, κάμε τεύχων | |
κεῖνος ὁ καὶ πάσης Ἀσίδος ἀνθύπατος. | |
Λητοῦς καὶ Διὸς ἔρνος, ἀμείβεό μοι κλυτὸν ἄνδρα, | |
ὅς με πάλιν σηκῷ σῶσεν ἀπολλυμένην. |